2.51 Ἀθηναίοισι γὰρ ἤδη τηνικαῦτα ἐς Ἕλληνας τελέουσι Πελασγοὶ σύνοικοι ἐγένοντο ἐν τῇ χώρῃ , ὅθεν περ καὶ Ἕλληνες ἤρξαντο νομισθῆναι . ὅστις δὲ τὰ Καβείρων ὄργια μεμύηται , τὰ Σαμοθρήικες ἐπιτελέουσι παραλαβόντες παρὰ Πελασγῶν , οὗτος ὡνὴρ οἶδε τὸ λέγω · τὴν γὰρ Σαμοθρηίκην οἴκεον πρότερον Πελασγοὶ οὗτοι οἵ περ Ἀθηναίοισι σύνοικοι ἐγένοντο , καὶ παρὰ τούτων Σαμοθρήικες τὰ ὄργια παραλαμβάνουσι . ὀρθὰ ὦν ἔχειν τὰ αἰδοῖα τἀγάλματα τοῦ Ἑρμέω Ἀθηναῖοι πρῶτοι Ἑλλήνων μαθόντες παρὰ Πελασγῶν ἐποιήσαντο · οἱ δὲ Πελασγοὶ ἱρόν τινα λόγον περὶ αὐτοῦ ἔλεξαν , τὰ ἐν τοῖσι ἐν Σαμοθρηίκῃ μυστηρίοισι δεδήλωται .
2.52 ἔθυον δὲ πάντα πρότερον οἱ Πελασγοὶ θεοῖσι ἐπευχόμενοι , ὡς ἐγὼ ἐν Δωδώνῃ οἶδα ἀκούσας , ἐπωνυμίην δὲ οὐδ’ οὔνομα ἐποιεῦντο οὐδενὶ αὐτῶν · οὐ γὰρ ἀκηκόεσάν κω . θεοὺς δὲ προσωνόμασαν σφέας ἀπὸ τοῦ τοιούτου , ὅτι κόσμῳ θέντες τὰ πάντα πρήγματα καὶ πάσας νομὰς εἶχον . ἔπειτα δὲ χρόνου πολλοῦ διεξελθόντος ἐπύθοντο ἐκ τῆς Αἰγύπτου ἀπικόμενα τὰ οὐνόματα τῶν θεῶν τῶν ἄλλων , Διονύσου δὲ ὕστερον πολλῷ ἐπύθοντο . καὶ μετὰ χρόνον ἐχρηστηριάζοντο περὶ τῶν οὐνομάτων ἐν Δωδώνῃ · τὸ γὰρ δὴ μαντήιον τοῦτο νενόμισται ἀρχαιότατον τῶν ἐν Ἕλλησι χρηστηρίων εἶναι , καὶ ἦν τὸν χρόνον τοῦτον μοῦνον . ἐπεὶ ὦν ἐχρηστηριάζοντο ἐν τῇ Δωδώνῃ οἱ Πελασγοὶ εἰ ἀνέλωνται τὰ οὐνόματα τὰ ἀπὸ τῶν βαρβάρων ἥκοντα , ἀνεῖλε τὸ μαντήιον χρᾶσθαι . ἀπὸ μὲν δὴ τούτου τοῦ χρόνου ἔθυον τοῖσι οὐνόμασι τῶν θεῶν χρεώμενοι · παρὰ δὲ Πελασγῶν Ἕλληνες ἐξεδέξαντο ὕστερον .