2.41 θάπτουσι δὲ τοὺς ἀποθνήσκοντας βοῦς τρόπον τόνδε · τὰς μὲν θηλέας ἐς τὸν ποταμὸν ἀπιεῖσι , τοὺς δὲ ἔρσενας κατορύσσουσι ἕκαστοι ἐν τοῖσι προαστείοισι , τὸ κέρας τὸ ἕτερον καὶ ἀμφότερα ὑπερέχοντα σημηίου εἵνεκεν · ἐπεὰν δὲ σαπῇ καὶ προσίῃ τεταγμένος χρόνος , ἀπικνέεται ἐς ἑκάστην πόλιν βᾶρις ἐκ τῆς Προσωπίτιδος καλευμένης νήσου . δ’ ἔστι μὲν ἐν τῷ Δέλτα , περίμετρον δὲ αὐτῆς εἰσὶ σχοῖνοι ἐννέα . ἐν ταύτῃ τῇ Προσωπίτιδι νήσῳ ἔνεισι μὲν καὶ ἄλλαι πόλιες συχναί , ἐκ τῆς δὲ αἱ βάριες παραγίνονται ἀναιρησόμεναι τὰ ὀστέα τῶν βοῶν , οὔνομα τῇ πόλι Ἀτάρβηχις , ἐν δ’ αὐτῇ Ἀφροδίτης ἱρὸν ἅγιον ἵδρυται . ἐκ ταύτης τῆς πόλιος πλανῶνται πολλοὶ ἄλλοι ἐς ἄλλας πόλις , ἀνορύξαντες δὲ τὰ ὀστέα ἀπάγουσι καὶ θάπτουσι ἐς ἕνα χῶρον πάντες . κατὰ ταὐτὰ δὲ τοῖσι βουσὶ καὶ τἆλλα κτήνεα θάπτουσι ἀποθνήσκοντα · καὶ γὰρ περὶ ταῦτα οὕτω σφι νενομοθέτηται · κτείνουσι γὰρ δὴ οὐδὲ ταῦτα .
2.42 ὅσοι μὲν δὴ Διὸς Θηβαιέος ἵδρυνται ἱρὸν νομοῦ τοῦ Θηβαίου εἰσί , οὗτοι μέν νυν πάντες ὀίων ἀπεχόμενοι αἶγας θύουσι . θεοὺς γὰρ δὴ οὐ τοὺς αὐτοὺς ἅπαντες ὁμοίως Αἰγύπτιοι σέβονται , πλὴν Ἴσιός τε καὶ Ὀσίριος , τὸν δὴ Διόνυσον εἶναι λέγουσι · τούτους δὲ ὁμοίως ἅπαντες σέβονται . ὅσοι δὲ τοῦ Μένδητος ἔκτηνται ἱρὸν νομοῦ τοῦ Μενδησίου εἰσί , οὗτοι δὲ αἰγῶν ἀπεχόμενοι ὄις θύουσι .