2.42 Θηβαῖοι μέν νυν καὶ ὅσοι διὰ τούτους ὀίων ἀπέχονται , διὰ τάδε λέγουσι τὸν νόμον τόνδε σφίσι τεθῆναι . Ἡρακλέα θελῆσαι πάντως ἰδέσθαι τὸν Δία , καὶ τὸν οὐκ ἐθέλειν ὀφθῆναι ὑπ’ αὐτοῦ · τέλος δέ , ἐπείτε λιπαρέειν τὸν Ἡρακλέα , τάδε τὸν Δία μηχανήσασθαι · κριὸν ἐκδείραντα προσχέσθαι τε τὴν κεφαλὴν ἀποταμόντα τοῦ κριοῦ καὶ ἐνδύντα τὸ νάκος οὕτω οἱ ἑωυτὸν ἐπιδέξαι . ἀπὸ τούτου κριοπρόσωπον τοῦ Διὸς τὤγαλμα ποιεῦσι Αἰγύπτιοι , ἀπὸ δὲ Αἰγυπτίων Ἀμμώνιοι , ἐόντες Αἰγυπτίων τε καὶ Αἰθιόπων ἄποικοι καὶ φωνὴν μεταξὺ ἀμφοτέρων νομίζοντες . δοκέειν δέ μοι , καὶ τὸ οὔνομα Ἀμμώνιοι ἀπὸ τοῦδε σφίσι τὴν ἐπωνυμίην ἐποιήσαντο · Ἀμοῦν γὰρ Αἰγύπτιοι καλέουσι τὸν Δία . τοὺς δὲ κριοὺς οὐ θύουσι Θηβαῖοι , ἀλλ’ εἰσί σφι ἱροὶ διὰ τοῦτο . μιῇ δὲ ἡμέρῃ τοῦ ἐνιαυτοῦ , ἐν ὁρτῇ τοῦ Διός , κριὸν ἕνα κατακόψαντες καὶ ἀποδείραντες κατὰ τὠυτὸ ἐνδύουσι τὤγαλμα τοῦ Διός , καὶ ἔπειτα ἄλλο ἄγαλμα Ἡρακλέος προσάγουσι πρὸς αὐτό . ταῦτα δὲ ποιήσαντες τύπτονται οἱ περὶ τὸ ἱρὸν ἅπαντες τὸν κριὸν καὶ ἔπειτα ἐν ἱρῇ θήκῃ θάπτουσι αὐτόν .
2.43 Ἡρακλέος δὲ πέρι τόνδε τὸν λόγον ἤκουσα , ὅτι εἴη τῶν δυώδεκα θεῶν · τοῦ ἑτέρου δὲ πέρι Ἡρακλέος , τὸν Ἕλληνες οἴδασι , οὐδαμῇ Αἰγύπτου ἐδυνάσθην ἀκοῦσαι .