2.40 δὲ δὴ ἐξαίρεσις τῶν ἱρῶν καὶ καῦσις ἄλλη περὶ ἄλλο ἱρόν σφι κατέστηκε · τὴν δ’ ὦν μεγίστην τε δαίμονα ἥγηνται εἶναι καὶ μεγίστην οἱ ὁρτὴν ἀνάγουσι , ταύτην ἔρχομαι ἐρέων { ... } ἐπεὰν ἀποδείρωσι τὸν βοῦν , κατευξάμενοι κοιλίην μὲν κείνην πᾶσαν ἐξ ὦν εἷλον , σπλάγχνά δὲ αὐτοῦ λείπουσι ἐν τῷ σώματι καὶ τὴν πιμελήν , σκέλεα δὲ ἀποτάμνουσι καὶ τὴν ὀσφὺν ἄκρην καὶ τοὺς ὤμους τε καὶ τὸν τράχηλον . ταῦτα δὲ ποιήσαντες τὸ ἄλλο σῶμα τοῦ βοὸς πιμπλᾶσι ἄρτων καθαρῶν καὶ μέλιτος καὶ ἀσταφίδος καὶ σύκων καὶ λιβανωτοῦ καὶ σμύρνης καὶ τῶν ἄλλων θυωμάτων , πλήσαντες δὲ τούτων καταγίζουσι , ἔλαιον ἄφθονον καταχέοντες · προνηστεύσαντες δὲ θύουσι , καιομένων δὲ τῶν ἱρῶν τύπτονται πάντες , ἐπεὰν δὲ ἀποτύψωνται , δαῖτα προτίθενται τὰ ἐλίποντο τῶν ἱρῶν .
2.41 τοὺς μέν νυν καθαροὺς βοῦς τοὺς ἔρσενας καὶ τοὺς μόσχους οἱ πάντες Αἰγύπτιοι θύουσι , τὰς δὲ θηλέας οὔ σφι ἔξεστι θύειν , ἀλλὰ ἱραί εἰσι τῆς Ἴσιος · τὸ γὰρ τῆς Ἴσιος ἄγαλμα ἐὸν γυναικήιον βούκερων ἐστὶ κατά περ Ἕλληνες τὴν Ἰοῦν γράφουσι , καὶ τὰς βοῦς τὰς θηλέας Αἰγύπτιοι πάντες ὁμοίως σέβονται προβάτων πάντων μάλιστα μακρῷ . τῶν εἵνεκα οὔτε ἀνὴρ Αἰγύπτιος οὔτε γυνὴ ἄνδρα Ἕλληνα φιλήσειε ἂν τῷ στόματι , οὐδὲ μαχαίρῃ ἀνδρὸς Ἕλληνος χρήσεται οὐδὲ ὀβελοῖσι οὐδὲ λέβητι , οὐδὲ κρέως καθαροῦ βοὸς διατετμημένου Ἑλληνικῇ μαχαίρῃ γεύσεται .