2.38 δίζηται δὲ ταῦτα ἐπὶ τούτῳ τεταγμένος τῶν τις ἱρέων καὶ ὀρθοῦ ἑστεῶτος τοῦ κτήνεος καὶ ὑπτίου , καὶ τὴν γλῶσσαν ἐξειρύσας , εἰ καθαρὴ τῶν προκειμένων σημηίων , τὰ ἐγὼ ἐν ἄλλῳ λόγῳ ἐρέω · κατορᾷ δὲ καὶ τὰς τρίχας τῆς οὐρῆς εἰ κατὰ φύσιν ἔχει πεφυκυίας . ἢν δὲ τούτων πάντων καθαρός , σημαίνεται βύβλῳ περὶ τὰ κέρεα εἱλίσσων καὶ ἔπειτα γῆν σημαντρίδα ἐπιπλάσας ἐπιβάλλει τὸν δακτύλιον , καὶ οὕτω ἀπάγουσι . ἀσήμαντον δὲ θύσαντι θάνατος ζημίη ἐπικέεται . δοκιμάζεται μέν νυν τὸ κτῆνος τρόπῳ τοιῷδε , θυσίη δέ σφι ἥδε κατέστηκε .
2.39 ἀγαγόντες τὸ σεσημασμένον κτῆνος πρὸς τὸν βωμὸν ὅκου ἂν θύωσι , πῦρ ἀνακαίουσι , ἔπειτα δὲ ἐπ’ αὐτοῦ οἶνον κατὰ τοῦ ἱρηίου ἐπισπείσαντες καὶ ἐπικαλέσαντες τὸν θεὸν σφάζουσι , σφάξαντες δὲ ἀποτάμνουσι τὴν κεφαλήν . σῶμα μὲν δὴ τοῦ κτήνεος δείρουσι , κεφαλῇ δὲ κείνῃ πολλὰ καταρησάμενοι φέρουσι , τοῖσι μὲν ἂν ἀγορὴ καὶ Ἕλληνές σφι ἔωσι ἐπιδήμιοι ἔμποροι , οἳ δὲ φέροντες ἐς τὴν ἀγορὴν ἀπ’ ὦν ἔδοντο , τοῖσι δὲ ἂν μὴ παρέωσι Ἕλληνες , οἳ δ’ ἐκβάλλουσι ἐς τὸν ποταμόν · καταρῶνται δὲ τάδε λέγοντες τῇσι κεφαλῇσι , εἴ τι μέλλοι σφίσι τοῖσι θύουσι Αἰγύπτῳ τῇ συναπάσῃ κακὸν γενέσθαι , ἐς κεφαλὴν ταύτην τραπέσθαι . κατὰ μέν νυν τὰς κεφαλὰς τῶν θυομένων κτηνέων καὶ τὴν ἐπίσπεισιν τοῦ οἴνου πάντες Αἰγύπτιοι νόμοισι τοῖσι αὐτοῖσι χρέωνται ὁμοίως ἐς πάντα τὰ ἱρά , καὶ ἀπὸ τούτου τοῦ νόμου οὐδὲ ἄλλου οὐδενὸς ἐμψύχου κεφαλῆς γεύσεται Αἰγυπτίων οὐδείς .