2.37 εἵματα δὲ λίνεα φορέουσι αἰεὶ νεόπλυτα , ἐπιτηδεύοντες τοῦτο μάλιστα , τά τε αἰδοῖα περιτάμνονται καθαρειότητος εἵνεκεν , προτιμῶντες καθαροὶ εἶναι εὐπρεπέστεροι . οἱ δὲ ἱρέες ξυρῶνται πᾶν τὸ σῶμα διὰ τρίτης ἡμέρης , ἵνα μήτε φθεὶρ μήτε ἄλλο μυσαρὸν μηδὲν ἐγγίνηταί σφι θεραπεύουσι τοὺς θεούς . ἐσθῆτα δὲ φορέουσι οἱ ἱρέες λινέην μούνην καὶ ὑποδήματα βύβλινα · ἄλλην δέ σφι ἐσθῆτα οὐκ ἔξεστι λαβεῖν οὐδὲ ὑποδήματα ἄλλα . λοῦνται δὲ δὶς τῆς ἡμέρης ἑκάστης ψυχρῷ καὶ δὶς ἑκάστης νυκτός , ἄλλας τε θρησκηίας ἐπιτελέουσι μυρίας ὡς εἰπεῖν λόγῳ . πάσχουσι δὲ καὶ ἀγαθὰ οὐκ ὀλίγα · οὔτε τι γὰρ τῶν οἰκηίων τρίβουσι οὔτε δαπανῶνται , ἀλλὰ καὶ σιτία σφι ἐστὶ ἱρὰ πεσσόμενα , καὶ κρεῶν βοέων καὶ χηνέων πλῆθός τι ἑκάστῳ γίνεται πολλὸν ἡμέρης ἑκάστης , δίδοται δέ σφι καὶ οἶνος ἀμπέλινος · ἰχθύων δὲ οὔ σφι ἔξεστι πάσασθαι . κυάμους δὲ οὔτε τι μάλα σπείρουσι Αἰγύπτιοι ἐν τῇ χώρῃ , τούς τε γινομένους οὔτε τρώγουσι οὔτε ἕψοντες πατέονται , οἱ δὲ δὴ ἱρέες οὐδὲ ὁρέοντες ἀνέχονται , νομίζοντες οὐ καθαρὸν εἶναί μιν ὄσπριον . ἱρᾶται δὲ οὐκ εἷς ἑκάστου τῶν θεῶν ἀλλὰ πολλοί , τῶν εἷς ἐστι ἀρχιερεύς · ἐπεὰν δέ τις ἀποθάνῃ , τούτου παῖς ἀντικατίσταται .
2.38 τοὺς δὲ βοῦς τοὺς ἔρσενας τοῦ Ἐπάφου εἶναι νομίζουσι , καὶ τούτου εἵνεκα δοκιμάζουσι αὐτοὺς ὧδε · τρίχα ἢν καὶ μίαν ἴδηται ἐπεοῦσαν μέλαιναν , οὐ καθαρὸν εἶναι νομίζει .