2.36 οἱ ἱρέες τῶν θεῶν τῇ μὲν ἄλλῃ κομέουσι , ἐν Αἰγύπτῳ δὲ ξυρῶνται . τοῖσι ἄλλοισι ἀνθρώποισι νόμος ἅμα κήδεϊ κεκάρθαι τὰς κεφαλὰς τοὺς μάλιστα ἱκνέεται , Αἰγύπτιοι δὲ ὑπὸ τοὺς θανάτους ἀνιεῖσι τὰς τρίχας αὔξεσθαι τάς τε ἐν τῇ κεφαλῇ καὶ τῷ γενείῳ , τέως ἐξυρημένοι . τοῖσι μὲν ἄλλοισι ἀνθρώποισι χωρὶς θηρίων δίαιτα ἀποκέκριται , Αἰγυπτίοισι δὲ ὁμοῦ θηρίοισι δίαιτα ἐστί . ἀπὸ πυρῶν καὶ κριθέων ὧλλοι ζώουσι , Αἰγυπτίων δὲ τῷ ποιευμένῳ ἀπὸ τούτων τὴν ζόην ὄνειδος μέγιστον ἐστί , ἀλλὰ ἀπὸ ὀλυρέων ποιεῦνται σιτία , τὰς ζειὰς μετεξέτεροι καλέουσι . φυρῶσι τὸ μὲν σταῖς τοῖσι ποσί , τὸν δὲ πηλὸν τῇσι χερσί , καὶ τὴν κόπρον ἀναιρέονται . τὰ αἰδοῖα ὧλλοι μὲν ἐῶσι ὡς ἐγένοντο , πλὴν ὅσοι ἀπὸ τούτων ἔμαθον , Αἰγύπτιοι δὲ περιτάμνονται . εἵματα τῶν μὲν ἀνδρῶν ἕκαστος ἔχει δύο , τῶν δὲ γυναικῶν ἓν ἑκάστη . τῶν ἱστίων τοὺς κρίκους καὶ τοὺς κάλους οἱ μὲν ἄλλοι ἔξωθεν προσδέουσι , Αἰγύπτιοι δὲ ἔσωθεν . γράμματα γράφουσι καὶ λογίζονται ψήφοισι Ἕλληνες μὲν ἀπὸ τῶν ἀριστερῶν ἐπὶ τὰ δεξιὰ φέροντες τὴν χεῖρα , Αἰγύπτιοι δὲ ἀπὸ τῶν δεξιῶν ἐπὶ τὰ ἀριστερά · καὶ ποιεῦντες ταῦτα αὐτοὶ μὲν φασὶ ἐπὶ δεξιὰ ποιέειν , Ἕλληνας δὲ ἐπ’ ἀριστερά . διφασίοισι δὲ γράμμασι χρέωνται , καὶ τὰ μὲν αὐτῶν ἱρὰ τὰ δὲ δημοτικὰ καλέεται .
2.37 θεοσεβέες δὲ περισσῶς ἐόντες μάλιστα πάντων ἀνθρώπων νόμοισι τοιοῖσιδε χρέωνται . ἐκ χαλκέων ποτηρίων πίνουσι , διασμῶντες ἀνὰ πᾶσαν ἡμέρην , οὐκ μὲν δ’ οὔ , ἀλλὰ πάντες .