2.34 ἐνθεῦτεν δὲ ἐς Σινώπην τὴν ἐν τῷ Εὐξείνῳ πόντῳ πέντε ἡμερέων ἰθέα ὁδὸς εὐζώνῳ ἀνδρί · δὲ Σινώπη τῷ Ἴστρῳ ἐκδιδόντι ἐς θάλασσαν ἀντίον κέεται . οὕτω τὸν Νεῖλον δοκέω διὰ πάσης τῆς Λιβύης διεξιόντα ἐξισοῦσθαι τῷ Ἴστρῳ .
2.35 Νείλου μέν νυν πέρι τοσαῦτα εἰρήσθω · ἔρχομαι δὲ περὶ Αἰγύπτου μηκυνέων τὸν λόγον , ὅτι πλεῖστα θωμάσια ἔχει ἄλλη πᾶσα χώρη καὶ ἔργα λόγου μέζω παρέχεται πρὸς πᾶσαν χώρην τούτων εἵνεκα πλέω περὶ αὐτῆς εἰρήσεται . Αἰγύπτιοι ἅμα τῷ οὐρανῷ τῷ κατὰ σφέας ἐόντι ἑτεροίῳ καὶ τῷ ποταμῷ φύσιν ἀλλοίην παρεχομένῳ οἱ ἄλλοι ποταμοί , τὰ πολλὰ πάντα ἔμπαλιν τοῖσι ἄλλοισι ἀνθρώποισι ἐστήσαντο ἤθεά τε καὶ νόμους · ἐν τοῖσι αἱ μὲν γυναῖκες ἀγοράζουσι καὶ καπηλεύουσι , οἱ δὲ ἄνδρες κατ’ οἴκους ἐόντες ὑφαίνουσι · ὑφαίνουσι δὲ οἱ μὲν ἄλλοι ἄνω τὴν κρόκην ὠθέοντες , Αἰγύπτιοι δὲ κάτω . τὰ ἄχθεα οἱ μὲν ἄνδρες ἐπὶ τῶν κεφαλέων φορέουσι , αἱ δὲ γυναῖκες ἐπὶ τῶν ὤμων . οὐρέουσι αἱ μὲν γυναῖκες ὀρθαί , οἱ δὲ ἄνδρες κατήμενοι . εὐμαρείῃ χρέωνται ἐν τοῖσι οἴκοισι , ἐσθίουσι δὲ ἔξω ἐν τῇσι ὁδοῖσι ἐπιλέγοντες ὡς τὰ μὲν αἰσχρὰ ἀναγκαῖα δὲ ἐν ἀποκρύφῳ ἐστὶ ποιέειν χρεόν , τὰ δὲ μὴ αἰσχρὰ ἀναφανδόν . ἱρᾶται γυνὴ μὲν οὐδεμία οὔτε ἔρσενος θεοῦ οὔτε θηλέης , ἄνδρες δὲ πάντων τε καὶ πασέων . τρέφειν τοὺς τοκέας τοῖσι μὲν παισὶ οὐδεμία ἀνάγκη μὴ βουλομένοισι , τῇσι δὲ θυγατράσι πᾶσα ἀνάγκη καὶ μὴ βουλομένῃσι .