2.33 μὲν δὴ τοῦ Ἀμμωνίου Ἐτεάρχου λόγος ἐς τοῦτό μοι δεδηλώσθω , πλὴν ὅτι ἀπονοστῆσαί τε ἔφασκε τοὺς Νασαμῶνας , ὡς οἱ Κυρηναῖοι ἔλεγον , καὶ ἐς τοὺς οὗτοι ἀπίκοντο ἀνθρώπους , γόητας εἶναι ἅπαντας . τὸν δὲ δὴ ποταμὸν τοῦτον τὸν παραρρέοντα καὶ Ἐτέαρχος συνεβάλλετο εἶναι Νεῖλον , καὶ δὴ καὶ λόγος οὕτω αἱρέει . ῥέει γὰρ ἐκ Λιβύης Νεῖλος καὶ μέσην τάμνων Λιβύην , καὶ ὡς ἐγὼ συμβάλλομαι τοῖσι ἐμφανέσι τὰ μὴ γινωσκόμενα τεκμαιρόμενος , τῷ Ἴστρῳ ἐκ τῶν ἴσων μέτρων ὁρμᾶται . Ἴστρος τε γὰρ ποταμὸς ἀρξάμενος ἐκ Κελτῶν καὶ Πυρήνης πόλιος ῥέει μέσην σχίζων τὴν Εὐρώπην · οἱ δὲ Κελτοὶ εἰσὶ ἔξω Ἡρακλέων στηλέων , ὁμουρέουσι δὲ Κυνησίοισι , οἳ ἔσχατοι πρὸς δυσμέων οἰκέουσι τῶν ἐν τῇ Εὐρώπῃ κατοικημένων · τελευτᾷ δὲ Ἴστρος ἐς θάλασσαν ῥέων τὴν τοῦ Εὐξείνου πόντου διὰ πάσης Εὐρώπης , τῇ Ἰστρίην οἱ Μιλησίων οἰκέουσι ἄποικοι .
2.34 μὲν δὴ Ἴστρος , ῥέει γὰρ δι’ οἰκεομένης , πρὸς πολλῶν γινώσκεται , περὶ δὲ τῶν τοῦ Νείλου πηγέων οὐδεὶς ἔχει λέγειν · ἀοίκητός τε γὰρ καὶ ἔρημος ἐστὶ Λιβύη δι’ ἧς ῥέει . περὶ δὲ τοῦ ῥεύματος αὐτοῦ , ἐπ’ ὅσον μακρότατον ἱστορεῦντα ἦν ἐξικέσθαι , εἴρηται · ἐκδιδοῖ δὲ ἐς Αἴγυπτον . δὲ Αἴγυπτος τῆς ὀρεινῆς Κιλικίης μάλιστά κῃ ἀντίη κέεται ·