2.28 οὗτος δ’ ἔμοιγε παίζειν ἐδόκεε φάμενος εἰδέναι ἀτρεκέως · ἔλεγε δὲ ὧδε , εἶναι δύο ὄρεα ἐς ὀξὺ τὰς κορυφὰς ἀπηγμένα , μεταξὺ Συήνης τε πόλιος κείμενα τῆς Θηβαΐδος καὶ Ἐλεφαντίνης , οὐνόματα δὲ εἶναι τοῖσι ὄρεσι τῷ μὲν Κρῶφι τῷ δὲ Μῶφι · τὰς ὦν δὴ πηγὰς τοῦ Νείλου ἐούσας ἀβύσσους ἐκ τοῦ μέσου τῶν ὀρέων τούτων ῥέειν , καὶ τὸ μὲν ἥμισυ τοῦ ὕδατος ἐπ’ Αἰγύπτου ῥέειν καὶ πρὸς βορέην ἄνεμον , τὸ δ’ ἕτερον ἥμισυ ἐπ’ Αἰθιοπίης τε καὶ νότου . ὡς δὲ ἄβυσσοι εἰσι αἱ πηγαί , ἐς διάπειραν ἔφη τούτου Ψαμμήτιχον Αἰγύπτου βασιλέα ἀπικέσθαι · πολλέων γὰρ αὐτὸν χιλιάδων ὀργυιέων πλεξάμενον κάλον κατεῖναι ταύτῃ καὶ οὐκ ἐξικέσθαι ἐς βυσσόν . οὕτω μὲν δὴ γραμματιστής , εἰ ἄρα ταῦτα γινόμενα ἔλεγε , ἀπέφαινε , ὡς ἐμὲ κατανοέειν , δίνας τινὰς ταύτῃ ἐούσας ἰσχυρὰς καὶ παλιρροίην , οἷα δὲ ἐμβάλλοντος τοῦ ὕδατος τοῖσι ὄρεσι , μὴ δύνασθαι κατιεμένην καταπειρητηρίην ἐς βυσσὸν ἰέναι .
2.29 ἄλλου δὲ οὐδενὸς οὐδὲν ἐδυνάμην πυθέσθαι . ἀλλὰ τοσόνδε μὲν ἄλλο ἐπὶ μακρότατον ἐπυθόμην , μέχρι μὲν Ἐλεφαντίνης πόλιος αὐτόπτης ἐλθών , τὸ δὲ ἀπὸ τούτου ἀκοῇ ἤδη ἱστορέων . ἀπὸ Ἐλεφαντίνης πόλιος ἄνω ἰόντι ἄναντες ἐστὶ χωρίον · ταύτῃ ὦν δεῖ τὸ πλοῖον διαδήσαντας ἀμφοτέρωθεν κατά περ βοῦν πορεύεσθαι · ἢν δὲ ἀπορραγῇ τὸ πλοῖον οἴχεται φερόμενον ὑπὸ ἰσχύος τοῦ ῥόου .