2.29 τὸ δὲ χωρίον τοῦτο ἐστὶ ἐπ’ ἡμέρας τέσσερας πλόος , σκολιὸς δὲ ταύτῃ κατά περ Μαίανδρος ἐστὶ Νεῖλος · σχοῖνοι δὲ δυώδεκα εἰσὶ οὗτοι τοὺς δεῖ τούτῳ τῷ τρόπῳ διεκπλῶσαι . καὶ ἔπειτα ἀπίξεαι ἐς πεδίον λεῖον , ἐν τῷ νῆσον περιρρέει Νεῖλος · Ταχομψὼ οὔνομα αὐτῇ ἐστι . οἰκέουσι δὲ τὰ ἀπὸ Ἐλεφαντίνης ἄνω Αἰθίοπες ἤδη καὶ τῆς νήσου τὸ ἥμισυ , τὸ δὲ ἥμισυ Αἰγύπτιοι . ἔχεται δὲ τῆς νήσου λίμνην μεγάλη , τὴν πέριξ νομάδες Αἰθίοπες νέμονται · τὴν διεκπλώσας ἐς τοῦ Νείλου τὸ ῥέεθρον ἥξεις , τὸ ἐς τὴν λίμνην ταύτην ἐκδιδοῖ . καὶ ἔπειτα ἀποβὰς παρὰ τὸν ποταμὸν ὁδοιπορίην ποιήσεαι ἡμερέων τεσσεράκοντα · σκόπελοί τε γὰρ ἐν τῷ Νείλῳ ὀξέες ἀνέχουσι καὶ χοιράδες πολλαί εἰσι , δι’ ὧν οὐκ οἷά τε ἐστὶ πλέειν . διεξελθὼν δὲ ἐν τῇσι τεσσεράκοντα ἡμέρῃσι τοῦτο τὸ χωρίον , αὖτις ἐς ἕτερον πλοῖον ἐσβὰς δυώδεκα ἡμέρας πλεύσεαι , καὶ ἔπειτα ἥξεις ἐς πόλιν μεγάλην τῇ οὔνομα ἐστὶ Μερόη · λέγεται δὲ αὕτη πόλις εἶναι μητρόπολις τῶν ἄλλων Αἰθιόπων . οἱ δ’ ἐν ταύτῃ Δία θεῶν καὶ Διόνυσον μούνους σέβονται , τούτους τε μεγάλως τιμῶσι , καί σφι μαντήιον Διὸς κατέστηκε · στρατεύονται δὲ ἐπεάν σφεας θεὸς οὗτος κελεύῃ διὰ θεσπισμάτων , καὶ τῇ ἂν κελεύῃ , ἐκεῖσε .