2.26 οὕτω τὸν ἥλιον νενόμικα τούτων αἴτιον εἶναι . αἴτιος δὲ αὐτὸς οὗτος κατὰ γνώμην τὴν ἐμὴν καὶ τὸν ἠέρα ξηρὸν τὸν ταύτῃ εἶναι , διακαίων τὴν διέξοδον ἑωυτοῦ · οὕτω τῆς Λιβύης τὰ ἄνω θέρος αἰεὶ κατέχει . εἰ δὲ στάσις ἤλλακτο τῶν ὡρέων , καὶ τοῦ οὐρανοῦ τῇ μὲν νῦν βορέης τε καὶ χειμὼν ἑστᾶσι , ταύτῃ μὲν τοῦ νότου ἦν στάσις καὶ τῆς μεσαμβρίης , τῇ δὲ νότος νῦν ἕστηκε , ταύτῃ δὲ βορέης , εἰ ταῦτα οὕτω εἶχε , ἥλιος ἂν ἀπελαυνόμενος ἐκ μέσου τοῦ οὐρανοῦ ὑπὸ τοῦ χειμῶνος καὶ τοῦ βορέω ἤιε ἂν τὰ ἄνω τῆς Εὐρώπης κατά περ νῦν τῆς Λιβύης ἔρχεται , διεξιόντα δ’ ἄν μιν διὰ πάσης Εὐρώπης ἔλπομαι ποιέειν ἂν τὸν Ἴστρον τά περ νῦν ἐργάζεται τὸν Νεῖλον .
2.27 τῆς αὔρης δὲ πέρι , ὅτι οὐκ ἀποπνέει , τήνδε ἔχω γνώμην , ὡς κάρτα ἀπὸ θερμέων χωρέων οὐκ οἰκός ἐστι οὐδὲν ἀποπνέειν , αὔρη δὲ ἀπὸ ψυχροῦ τινος φιλέει πνέειν .
2.28 ταῦτα μέν νυν ἔστω ὡς ἔστι τε καὶ ὡς ἀρχὴν ἐγένετο · τοῦ δὲ Νείλου τὰς πηγὰς οὔτε Αἰγυπτίων οὔτε Λιβύων οὔτε Ἑλλήνων τῶν ἐμοὶ ἀπικομένων ἐς λόγους οὐδεὶς ὑπέσχετο εἰδέναι , εἰ μὴ ἐν Αἰγύπτῳ ἐν Σάι πόλι γραμματιστὴς τῶν ἱρῶν χρημάτων τῆς Ἀθηναίης .