2.25 ὡς δὲ ἐν πλέονι λόγῳ δηλῶσαι , ὧδε ἔχει . διεξιὼν τῆς Λιβύης τὰ ἄνω ἥλιος τάδε ποιέει · ἅτε διὰ παντὸς τοῦ χρόνου αἰθρίου τε ἐόντος τοῦ ἠέρος τοῦ κατὰ ταῦτα τὰ χωρία καὶ ἀλεεινῆς τῆς χώρης ἐούσης καὶ ἀνέμων ψυχρῶν , διεξιὼν ποιέει οἷόν περ καὶ τὸ θέρος ἔωθε ποιέειν ἰὼν τὸ μέσον τοῦ οὐρανοῦ · ἕλκει γὰρ ἐπ’ ἑωυτὸν τὸ ὕδωρ , ἑλκύσας δὲ ἀπωθέει ἐς τὰ ἄνω χωρία , ὑπολαμβάνοντες δὲ οἱ ἄνεμοι καὶ διασκιδνάντες τήκουσι · καὶ εἰσὶ οἰκότως οἱ ἀπὸ ταύτης τῆς χώρης πνέοντες , τε νότος καὶ λίψ , ἀνέμων πολλὸν τῶν πάντων ὑετιώτατοι δοκέει δέ μοι οὐδὲ πᾶν τὸ ὕδωρ τὸ ἐπέτειον ἑκάστοτε ἀποπέμπεσθαι τοῦ Νείλου ἥλιος , ἀλλὰ καὶ ὑπολείπεσθαι περὶ ἑωυτόν . πρηϋνομένου δὲ τοῦ χειμῶνος ἀπέρχεται ἥλιος ἐς μέσον τὸν οὐρανὸν ὀπίσω , καὶ τὸ ἐνθεῦτεν ἤδη ὁμοίως ἀπὸ πάντων ἕλκει τῶν ποταμῶν . τέως δὲ οἳ μὲν ὀμβρίου ὕδατος συμμισγομένου πολλοῦ αὐτοῖσι , ἅτε ὑομένης τε τῆς χώρης καὶ κεχαραδρωμένης , ῥέουσι μεγάλοι · τοῦ δὲ θέρεος τῶν τε ὄμβρων ἐπιλειπόντων αὐτοὺς καὶ ὑπὸ τοῦ ἡλίου ἑλκόμενοι ἀσθενέες εἰσί . δὲ Νεῖλος ἐὼν ἄνομβρος , ἑλκόμενος δὲ ὑπὸ τοῦ ἡλίου μοῦνος ποταμῶν τοῦτον τὸν χρόνον , οἰκότως αὐτὸς ἑωυτοῦ ῥέει πολλῷ ὑποδεέστερος τοῦ θέρεος · τότε μὲν γὰρ μετὰ πάντων τῶν ὑδάτων ἴσον ἕλκεται , τὸν δὲ χειμῶνα μοῦνος πιέζεται .