1.212 ʹ ἄπληστε αἵματος Κῦρε , μηδὲν ἐπαερθῇς τῷ γεγονότι τῷδε πρήγματι , εἰ ἀμπελίνῳ καρπῷ , τῷ περ αὐτοὶ ἐμπιπλάμενοι μαίνεσθε οὕτω ὥστε κατιόντος τοῦ οἴνου ἐς τὸ σῶμα ἐπαναπλέειν ὑμῖν ἔπεα κακά , τοιούτῳ φαρμάκῳ δολώσας ἐκράτησας παιδὸς τοῦ ἐμοῦ , ἀλλ’ οὐ μάχῃ κατὰ τὸ καρτερόν . νῦν ὦν μευ εὖ παραινεούσης ὑπόλαβε τὸν λόγον · ἀποδούς μοι τὸν παῖδα ἄπιθι ἐκ τῆσδε τῆς χώρης ἀζήμιος , Μασσαγετέων τριτημορίδι τοῦ στρατοῦ κατυβρίσας . εἰ δὲ ταῦτα οὐ ποιήσεις , ἥλιον ἐπόμνυμί τοι τὸν Μασσαγετέων δεσπότην , μέν σε ἐγὼ καὶ ἄπληστον ἐόντα αἵματος κορέσω . ʹ
1.213 Κῦρος μὲν ἐπέων οὐδένα τούτων ἀνενειχθέντων ἐποιέετο λόγον · δὲ τῆς βασιλείης Τομύριος παῖς Σπαργαπίσης , ὥς μιν τε οἶνος ἀνῆκε καὶ ἔμαθε ἵνα ἦν κακοῦ , δεηθεὶς Κύρου ἐκ τῶν δεσμῶν λυθῆναι ἔτυχε , ὡς δὲ ἐλύθη τε τάχιστα καὶ τῶν χειρῶν ἐκράτησε , διεργάζεται ἑωυτόν .
1.214 καὶ δὴ οὗτος μὲν τρόπῳ τοιούτῳ τελευτᾷ · Τόμυρις δέ , ὥς οἱ Κῦρος οὐκ ἐσήκουσε , συλλέξασα πᾶσαν τὴν ἑωυτῆς δύναμιν συνέβαλε Κύρῳ . ταύτην τὴν μάχην , ὅσαι δὴ βαρβάρων ἀνδρῶν μάχαι ἐγένοντο , κρίνω ἰσχυροτάτην γενέσθαι , καὶ δὴ καὶ πυνθάνομαι οὕτω τοῦτο γενόμενον . πρῶτα μὲν γὰρ λέγεται αὐτοὺς διαστάντας ἐς ἀλλήλους τοξεύειν , μετὰ δὲ ὥς σφι τὰ βέλεα ἐξετετόξευτο , συμπεσόντας τῇσι αἰχμῇσί τε καὶ τοῖσι ἐγχειριδίοισι συνέχεσθαι . χρόνον τε δὴ ἐπὶ πολλὸν συνεστάναι μαχομένους καὶ οὐδετέρους ἐθέλειν φεύγειν . τέλος δὲ οἱ Μασσαγέται περιεγένοντο ,