1.214 τε δὴ πολλὴ τῆς Περσικῆς στρατιῆς αὐτοῦ ταύτῃ διεφθάρη καὶ δὴ καὶ αὐτὸς Κῦρος τελευτᾷ , βασιλεύσας τὰ πάντα ἑνὸς δέοντα τριήκοντα ἔτεα . ἀσκὸν δὲ πλήσασα αἵματος ἀνθρωπηίου Τόμυρις ἐδίζητο ἐν τοῖσι τεθνεῶσι τῶν Περσέων τὸν Κύρου νέκυν , ὡς δὲ εὗρε , ἐναπῆκε αὐτοῦ τὴν κεφαλὴν ἐς τὸν ἀσκόν , λυμαινομένη δὲ τῷ νεκρῷ ἐπέλεγε τάδε · ʹ σὺ μὲν ἐμὲ ζῶσάν τε καὶ νικῶσάν σε μάχῃ ἀπώλεσας , παῖδα τὸν ἐμὸν ἑλὼν δόλῳ · σὲ δ’ ἐγώ , κατά περ ἠπείλησα , αἵματος κορέσω . ʹ τὰ μὲν δὴ κατὰ τὴν Κύρου τελευτὴν τοῦ βίου , πολλῶν λόγων λεγομένων , ὅδε μοι πιθανώτατος εἴρηται .
1.215 Μασσαγέται δὲ ἐσθῆτά τε ὁμοίην τῇ Σκυθικῇ φορέουσι καὶ δίαιταν ἔχουσι , ἱππόται δὲ εἰσὶ καὶ ἄνιπποι ʹἀμφοτέρων γὰρ μετέχουσἰ καὶ τοξόται τε καὶ αἰχμοφόροι , σαγάρις νομίζοντες ἔχειν . χρυσῷ δὲ καὶ χαλκῷ τὰ πάντα χρέωνται · ὅσα μὲν γὰρ ἐς αἰχμὰς καὶ ἄρδις καὶ σαγάρις , χαλκῷ τὰ πάντα χρέωνται , ὅσα δὲ περὶ κεφαλὴν καὶ ζωστῆρας καὶ μασχαλιστῆρας , χρυσῷ κοσμέονται . ὣς δ’ αὕτως τῶν ἵππων τὰ μὲν περὶ τὰ στέρνα χαλκέους θώρηκας περιβάλλουσι , τὰ δὲ περὶ τοὺς χαλινοὺς καὶ στόμια καὶ φάλαρα χρυσῷ . σιδήρῳ δὲ οὐδ’ ἀργύρῳ χρέωνται οὐδέν · οὐδὲ γὰρ οὐδέ σφι ἐστὶ ἐν τῇ χωρῇ , δὲ χρυσὸς καὶ χαλκὸς ἄπλετος .