1.210 ἀμείβεται δὴ ὦν Ὑστάσπης τοῖσιδε . ʹ βασιλεῦ , μὴ εἴη ἀνὴρ Πέρσης γεγονὼς ὅστις τοὶ ἐπιβουλεύσειε , εἰ δ’ ἐστί , ἀπόλοιτο ὡς τάχιστα · ὃς ἀντὶ μὲν δούλων ἐποίησας ἐλευθέρους Πέρσας εἶναι , ἀντὶ δὲ ἄρχεσθαι ὑπ’ ἄλλων ἄρχειν ἁπάντων . εἰ δέ τις τοὶ ὄψις ἀπαγγέλλει παῖδα τὸν ἐμὸν νεώτερα βουλεύειν περὶ σέο , ἐγώ τοι παραδίδωμι χρᾶσθαι αὐτῷ τοῦτο τι σὺ βούλεαι . ʹ
1.211 Ὑστάσπης μὲν τούτοισι ἀμειψάμενος καὶ διαβὰς τὸν Ἀράξεα ἤιε ἐς Πέρσας φυλάξων Κύρῳ τὸν παῖδα Δαρεῖον , Κῦρος δὲ προελθὼν ἀπὸ τοῦ Ἀράξεω ἡμέρης ὁδὸν ἐποίεε κατὰ τὰς Κροίσου ὑποθήκας . μετὰ δὲ ταῦτα Κύρου τε καὶ Περσέων τοῦ καθαροῦ στρατοῦ ἀπελάσαντος ὀπίσω ἐπὶ τὸν Ἀράξεα , λειφθέντος δὲ τοῦ ἀχρηίου , ἐπελθοῦσα τῶν Μασσαγετέων τριτημορὶς τοῦ στρατοῦ τούς τε λειφθέντας τῆς Κύρου στρατιῆς ἐφόνευε ἀλεξομένους καὶ τὴν προκειμένην ἰδόντες δαῖτα , ὡς ἐχειρώσαντο τοὺς ἐναντίους , κλιθέντες ἐδαίνυντο , πληρωθέντες δὲ φορβῆς καὶ οἴνου ηὗδον . οἱ δὲ Πέρσαι ἐπελθόντες πολλοὺς μὲν σφέων ἐφόνευσαν , πολλῷ δ’ ἔτι πλεῦνας ἐζώγρησαν καὶ ἄλλους καὶ τὸν τῆς βασιλείης Τομύριος παῖδα στρατηγέοντα Μασσαγετέων , τῷ οὔνομα ἦν Σπαργαπίσης .
1.212 δὲ πυθομένη τά τε περὶ τὴν στρατιὴν γεγονότα καὶ τὰ περὶ τὸν παῖδα , πέμπουσα κήρυκα παρὰ Κῦρον ἔλεγε τάδε .