1.209 ἐπείτε δὲ ἐπεραιώθη τὸν Ἀράξεα , νυκτὸς ἐπελθούσης εἶδε ὄψιν εὕδων ἐν τῶν Μασσαγετέων τῇ χωρῇ τοιήνδε · ἐδόκεε Κῦρος ἐν τῷ ὕπνῳ ὁρᾶν τῶν Ὑστάσπεος παίδων τὸν πρεσβύτατον ἔχοντα ἐπὶ τῶν ὤμων πτέρυγας καὶ τουτέων τῇ μὲν τὴν Ἀσίην τῇ δὲ τὴν Εὐρώπην ἐπισκιάζειν . Ὑστάσπεϊ δὲ τῷ Ἀρσάμεος ἐόντι ἀνδρὶ Ἀχαιμενίδῃ ἦν τῶν παίδων Δαρεῖος πρεσβύτατος , ἐὼν τότε ἡλικίην ἐς εἴκοσί κου μάλιστα ἔτεα , καὶ οὗτος κατελέλειπτο ἐν Πέρσῃσι · οὐ γὰρ εἶχέ κω ἡλικίην στρατεύεσθαι . ἐπεὶ ὦν δὴ ἐξηγέρθη Κῦρος , ἐδίδου λόγον ἑωυτῷ περὶ τῆς ὄψιος . ὡς δέ οἱ ἐδόκεε μεγάλη εἶναι ὄψις , καλέσας Ὑστάσπεα καὶ ἀπολαβὼν μοῦνον εἶπε ʹ Ὕστασπες , παῖς σὸς ἐπιβουλεύων ἐμοί τε καὶ τῇ ἐμῇ ἀρχῇ ἑάλωκε . ὡς δὲ ταῦτα ἀτρεκέως οἶδα , ἐγὼ σημανέω · ἐμεῦ θεοὶ κήδονται καί μοι πάντα προδεικνύουσι τὰ ἐπιφερόμενα . ἤδη ὦν ἐν τῇ παροιχομένῃ νυκτὶ εὕδων εἶδον τῶν σῶν παίδων τὸν πρεσβύτατον ἔχοντα ἐπὶ τῶν ὤμων πτέρυγας καὶ τουτέων τῇ μὲν τὴν Ἀσίην τῇ δὲ τὴν Εὐρώπην ἐπισκιάζειν . οὔκων ἐστὶ μηχανὴ ἀπὸ τῆς ὄψιος ταύτης οὐδεμία τὸ μὴ ἐκεῖνον ἐπιβουλεύειν ἐμοί · σύ νυν τὴν ταχίστην πορεύεο ὀπίσω ἐς Πέρσας καὶ ποίεε ὅκως , ἐπεὰν ἐγὼ τάδε καταστρεψάμενος ἔλθω ἐκεῖ , ὥς μοι καταστήσεις τὸν παῖδα ἐς ἔλεγχον . ʹ
1.210 Κῦρος μὲν δοκέων οἱ Δαρεῖον ἐπιβουλεύειν ἔλεγε τάδε · τῷ δὲ δαίμων προέφαινε ὡς αὐτὸς μὲν τελευτήσειν αὐτοῦ ταύτῃ μέλλοι , δὲ βασιληίη αὐτοῦ περιχωρέοι ἐς Δαρεῖον .