1.207 νικῶν δὲ οὐ νικᾷς τοσοῦτον ὅσον εἰ διαβὰς ἐς τὴν ἐκείνων , νικῶν Μασσαγέτας , ἕποιο φεύγουσι . τὠυτὸ γὰρ ἀντιθήσω ἐκείνῳ , ὅτι νικήσας τοὺς ἀντιουμένους ἐλᾷς ἰθὺ τῆς ἀρχῆς τῆς Τομύριος . χωρίς τε τοῦ ἀπηγημένου αἰσχρὸν καὶ οὐκ ἀνασχετὸν Κῦρόν γε τὸν Καμβύσεω γυναικὶ εἴξαντα ὑποχωρῆσαι τῆς χώρης . νῦν ὦν μοι δοκέει διαβάντας προελθεῖν ὅσον ἂν ἐκεῖνοι ὑπεξίωσι , ἐνθεῦτεν δὲ τάδε ποιεῦντας πειρᾶσθαι ἐκείνων περιγενέσθαι . ὡς γὰρ ἐγὼ πυνθάνομαι , Μασσαγέται εἰσὶ ἀγαθῶν τε Περσικῶν ἄπειροι καὶ καλῶν μεγάλων ἀπαθέες . τούτοισι ὦν τοῖσι ἀνδράσι τῶν προβάτων ἀφειδέως πολλὰ κατακόψαντας καὶ σκευάσαντας προθεῖναι ἐν τῷ στρατοπέδῳ τῷ ἡμετέρῳ δαῖτα , πρὸς δὲ καὶ κρητῆρας ἀφειδέως οἴνου ἀκρήτου καὶ σιτία παντοῖα · ποιήσαντας δὲ ταῦτα , ὑπολιπομένους τῆς στρατιῆς τὸ φλαυρότατον , τοὺς λοιποὺς αὖτις ἐξαναχωρέειν ἐπὶ τὸν ποταμόν . ἢν γὰρ ἐγὼ γνώμης μὴ ἁμάρτω , κεῖνοι ἰδόμενοι ἀγαθὰ πολλὰ τρέψονταί τε πρὸς αὐτὰ καὶ ἡμῖν τὸ ἐνθεῦτεν λείπεται ἀπόδεξις ἔργων μεγάλων . ʹ
1.208 γνῶμαι μὲν αὗται συνέστασαν · Κῦρος δὲ μετεὶς τὴν προτέρην γνώμην , τὴν Κροίσου δὲ ἑλόμενος , προηγόρευε Τομύρι ἐξαναχωρέειν ὡς αὐτοῦ διαβησομένου ἐπ’ ἐκείνην . μὲν δὴ ἐξανεχώρεε κατὰ ὑπέσχετο πρῶτα · Κῦρος δὲ Κροῖσον ἐς τὰς χεῖρας ἐσθεὶς τῷ ἑωυτοῦ παιδὶ Καμβύσῃ , τῷ περ τὴν βασιληίην ἐδίδου , καὶ πολλὰ ἐντειλάμενὸς οἱ τιμᾶν τε αὐτὸν καὶ εὖ ποιέειν , ἢν διάβασις ἐπὶ Μασσαγέτας μὴ ὀρθωθῇ , ταῦτα ἐντειλάμενος καὶ ἀποστείλας τούτους ἐς Πέρσας , αὐτὸς διέβαινε τὸν ποταμὸν καὶ στρατὸς αὐτοῦ .