1.206 εἰ δ’ ἡμέας βούλεαι ἐσδέξασθαι μᾶλλον ἐς τὴν ὑμετέρην , σὺ τὠυτὸ τοῦτο ποίεε . ʹ ταῦτα δὲ ἀκούσας Κῦρος συνεκάλεσε Περσέων τοὺς πρώτους , συναγείρας δὲ τούτους ἐς μέσον σφι προετίθεε τὸ πρῆγμα , συμβουλευόμενος ὁκότερα ποιέῃ . τῶν δὲ κατὰ τὠυτὸ αἱ γνῶμαι συνεξέπιπτον κελευόντων ἐσδέκεσθαι Τόμυρίν τε καὶ τὸν στρατὸν αὐτῆς ἐς τὴν χώρην .
1.207 παρεὼν δὲ καὶ μεμφόμενος τὴν γνώμην ταύτην Κροῖσος Λυδὸς ἀπεδείκνυτο ἐναντίην τῇ προκειμένῃ γνώμῃ , λέγων τάδε . ʹ βασιλεῦ , εἶπον μὲν καὶ πρότερόν τοι ὅτι ἐπεί με Ζεὺς ἔδωκέ τοι , τὸ ἂν ὁρῶ σφάλμα ἐὸν οἴκῳ τῷ σῷ κατὰ δύναμιν ἀποτρέψειν · τὰ δὲ μοι παθήματα ἐόντα ἀχάριτα μαθήματα γέγονε . εἰ μὲν ἀθάνατος δοκέεις εἶναι καὶ στρατιῆς τοιαύτης ἄρχειν , οὐδὲν ἂν εἴη πρῆγμα γνώμας ἐμὲ σοὶ ἀποφαίνεσθαι · εἰ δ’ ἔγνωκας ὅτι ἄνθρωπος καὶ σὺ εἶς καὶ ἑτέρων τοιῶνδε ἄρχεις , ἐκεῖνο πρῶτον μάθε , ὡς κύκλος τῶν ἀνθρωπηίων ἐστὶ πρηγμάτων , περιφερόμενος δὲ οὐκ ἐᾷ αἰεὶ τοὺς αὐτοὺς ; εὐτυχέειν . ἤδη ὦν ἔχω γνώμην περὶ τοῦ προκειμένου πρήγματος τὰ ἔμπαλιν οὗτοι . εἰ γὰρ ἐθελήσομεν ἐσδέξασθαι τοὺς πολεμίους ἐς τὴν χώρην , ὅδε τοι ἐν αὐτῷ κίνδυνος ἔνι · ἑσσωθεὶς μὲν προσαπολλύεις πᾶσαν τὴν ἀρχήν . δῆλα γὰρ δὴ ὅτι νικῶντες Μασσαγέται οὐ τὸ ὀπίσω φεύξονται ἀλλ’ ἐπ’ ἀρχὰς τὰς σὰς ἐλῶσι .