1.204 πολλά τε γάρ μιν καὶ μεγάλα τὰ ἐπαείροντα καὶ ἐποτρύνοντα ἦν , πρῶτον μὲν γένεσις , τὸ δοκέειν πλέον τι εἶναι ἀνθρώπου , δευτέρα δὲ εὐτυχίη κατὰ τοὺς πολέμους γενομένη · ὅκῃ γὰρ ἰθύσειε στρατεύεσθαι Κῦρος , ἀμήχανον ἦν ἐκεῖνο τὸ ἔθνος διαφυγεῖν .
1.205 ἦν δὲ τοῦ ἀνδρὸς ἀποθανόντος γυνὴ τῶν Μασσαγετέων βασίλεια . Τόμυρίς οἱ ἦν οὔνομα . ταύτην πέμπων Κῦρος ἐμνᾶτο τῷ λόγῳ θέλων γυναῖκα ἣν ἔχειν . δὲ Τόμυρις συνιεῖσα οὐκ αὐτήν μιν μνώμενον ἀλλὰ τὴν Μασαγετέων βασιληίην , ἀπείπατο τὴν πρόσοδον . Κῦρος δὲ μετὰ τοῦτο , ὥς οἱ δόλῳ οὐ προεχώρεε , ἐλάσας ἐπὶ τὸν Ἀράξεα ἐποιέετο ἐκ τοῦ ἐμφανέος ἐπὶ τοὺς Μασσαγέτας στρατηίην , γεφύρας τε ζευγνύων ἐπὶ τοῦ ποταμοῦ διάβασιν τῷ στρατῷ , καὶ πύργους ἐπὶ πλοίων τῶν διαπορθμευόντων τὸν ποταμὸν οἰκοδομεόμενος .
1.206 ἔχοντι δέ οἱ τοῦτον τὸν πόνον πέμψασα Τόμυρις κήρυκα ἔλεγε τάδε . ʹ βασιλεῦ Μήδων , παῦσαι σπεύδων τὰ σπεύδεις · οὐ γὰρ ἂν εἰδείης εἴ τοι ἐς καιρὸν ἔσται ταῦτα τελεόμενα · παυσάμενος δὲ βασίλευε τῶν σεωυτοῦ , καὶ ἡμέας ἀνέχευ ὁρέων ἄρχοντας τῶν περ ἄρχομεν . οὔκων ἐθελήσεις ὑποθήκῃσι τῇσιδε χρᾶσθαι , ἀλλὰ πάντως μᾶλλον δι’ ἡσυχίης εἶναι · σὺ δὴ εἰ μεγάλως προθυμέαι Μασσαγετέων πειρηθῆναι , φέρε μόχθον μὲν τὸν ἔχεις ζευγνὺς τὸν ποταμὸν ἄπες , σὺ δὲ ἡμέων ἀναχωρησάντων ἀπὸ τοῦ ποταμοῦ τριῶν ἡμερέων ὁδὸν διάβαινε ἐς τὴν ἡμετέρην ·