1.198 ταφαὶ δέ σφι ἐν μέλιτι , θρῆνοι δὲ παραπλήσιοι τοῖσι ἐν Αἰγύπτῳ . ὁσάκις δ’ ἂν μιχθῇ γυναικὶ τῇ ἑωυτοῦ ἀνὴρ Βαβυλώνιος , περὶ θυμίημα καταγιζόμενον ἵζει , ἑτέρωθι δὲ γυνὴ τὠυτὸ τοῦτο ποιέει , ὄρθρου δὲ γενομένου λοῦνται καὶ ἀμφότεροι · ἄγγεος γὰρ οὐδενὸς ἅψονται πρὶν ἂν λούσωνται . ταὐτὰ δὲ ταῦτα καὶ Ἀράβιοι ποιεῦσι .
1.199 δὲ δὴ αἴσχιστος τῶν νόμων ἐστὶ τοῖσι Βαβυλωνίοισι ὅδε · δεῖ πᾶσαν γυναῖκα ἐπιχωρίην ἱζομένην ἐς ἱρὸν Ἀφροδίτης ἅπαξ ἐν τῇ ζόῃ μιχθῆναι ἀνδρὶ ξείνῳ . πολλαὶ δὲ καὶ οὐκ ἀξιούμεναι ἀναμίσγεσθαι τῇσι ἄλλῃσι , οἷα πλούτῳ ὑπερφρονέουσαι , ἐπὶ ζευγέων ἐν καμάρῃσι ἐλάσασαι πρὸς τὸ ἱρὸν ἑστᾶσι · θεραπηίη δέ σφι ὄπισθε ἕπεται πολλή . αἱ δὲ πλεῦνες ποιεῦσι ὧδε · ἐν τεμένεϊ Ἀφροδίτης κατέαται στέφανον περὶ τῇσι κεφαλῇσι ἔχουσαι θώμιγγος πολλαὶ γυναῖκες · αἳ μὲν γὰρ προσέρχονται , αἳ δὲ ἀπέρχονται . σχοινοτενέες δὲ διέξοδοι πάντα τρόπον ὁδῶν ἔχουσι διὰ τῶν γυναικῶν , δι’ ὧν οἱ ξεῖνοι διεξιόντες ἐκλέγονται · ἔνθα ἐπεὰν ἵζηται γυνή , οὐ πρότερον ἀπαλλάσσεται ἐς τὰ οἰκία τίς οἱ ξείνων ἀργύριον ἐμβαλὼν ἐς τὰ γούνατα μιχθῇ ἔξω τοῦ ἱροῦ · ἐμβαλόντα δὲ δεῖ εἰπεῖν τοσόνδε · ʹ ἐπικαλέω τοι τὴν θεὸν Μύλιττα . ʹ Μύλιττα δὲ καλέουσι τὴν Ἀφροδίτην Ἀσσύριοι .