1.199 τὸ δὲ ἀργύριον μέγαθος ἐστὶ ὅσον ὦν · οὐ γὰρ μὴ ἀπώσηται · οὐ γάρ οἱ θέμις ἐστί · γίνεται γὰρ ἱρὸν τοῦτο τὸ ἀργύριον . τῷ δὲ πρώτῳ ἐμβαλόντι ἕπεται οὐδὲ ἀποδοκιμᾷ οὐδένα . ἐπεὰν δὲ μιχθῇ , ἀποσιωσαμένη τῇ θεῷ ἀπαλλάσσεται ἐς τὰ οἰκία , καὶ τὠπὸ τούτου οὐκ οὕτω μέγα τί οἱ δώσεις ὥς μιν λάμψεαι . ὅσσαι μέν νυν εἴδεός τε ἐπαμμέναι εἰσὶ καὶ μεγάθεος , ταχὺ ἀπαλλάσσονται , ὅσαι δὲ ἄμορφοι αὐτέων εἰσί , χρόνον πολλὸν προσμένουσι οὐ δυνάμεναι τὸν νόμον ἐκπλῆσαι · καὶ γὰρ τριέτεα καὶ τετραέτεα μετεξέτεραι χρόνον μένουσι . ἐνιαχῇ δὲ καὶ τῆς Κύπρου ἐστὶ παραπλήσιος τούτῳ νόμος .
1.200 νόμοι μὲν δὴ τοῖσι Βαβυλωνίοισι οὗτοι κατεστᾶσι · εἰσὶ δὲ αὐτῶν πατριαὶ τρεῖς αἳ οὐδὲν ἄλλο σιτέονται εἰ μὴ ἰχθὺς μοῦνον , τοὺς ἐπείτε ἂν θηρεύσαντες αὐήνωσι πρὸς ἥλιον , ποιεῦσι τάδε · ἐσβάλλουσι ἐς ὅλμον καὶ λεήναντες ὑπέροισι σῶσι διὰ σινδόνος , καὶ ὃς μὲν ἂν βούληται αὐτῶν ἅτε μᾶζαν μαξάμενος ἔχει , δὲ ἄρτου τρόπον ὀπτήσας .
1.201 ὡς δὲ τῷ Κύρῳ καὶ τοῦτο τὸ ἔθνος κατέργαστο , ἐπεθύμησε Μασσαγέτας ὑπ’ ἑωυτῷ ποιήσασθαι . τὸ δὲ ἔθνος τοῦτο καὶ μέγα λέγεται εἶναι καὶ ἄλκιμον , οἰκημένον δὲ πρὸς ἠῶ τε καὶ ἡλίου ἀνατολάς , πέρην τοῦ Ἀράξεω ποταμοῦ , ἀντίον δὲ Ἰσσηδόνων ἀνδρῶν . εἰσὶ δὲ οἵτινες καὶ Σκυθικὸν λέγουσι τοῦτο τὸ ἔθνος εἶναι .