1.196 ὡς γὰρ δὴ διεξέλθοι κῆρυξ πωλέων τὰς εὐειδεστάτας τῶν παρθένων ἀνίστη ἂν τὴν ἀμορφεστάτην , εἴ τις αὐτέων ἔμπηρος εἴη , καὶ ταύτην ἂν ἐκήρυσσε , ὅστις θέλοι ἐλάχιστον χρυσίον λαβὼν συνοικέειν αὐτῇ , ἐς τῷ τὸ ἐλάχιστον ὑπισταμένῳ προσέκειτο . τὸ δὲ ἂν χρυσίον ἐγίνετο ἀπὸ τῶν εὐειδέων παρθένων καὶ οὕτω αἱ εὔμορφοι τὰς ἀμόρφους καὶ ἐμπήρους ἐξεδίδοσαν . ἐκδοῦναι δὲ τὴν ἑωυτοῦ θυγατέρα ὅτεῳ βούλοιτο ἕκαστος οὐκ ἐξῆν , οὐδὲ ἄνευ ἐγγυητέω ἀπάγεσθαι τὴν παρθένον πριάμενον , ἀλλ’ ἐγγυητὰς χρῆν καταστήσαντα μὲν συνοικήσειν αὐτῇ , οὕτω ἀπάγεσθαι . εἰ δὲ μὴ συμφεροίατο , ἀποφέρειν τὸ χρυσίον ἔκειτο νόμος . ἐξῆν δὲ καὶ ἐξ ἄλλης ἐλθόντα κώμης τὸν βουλόμενον ὠνέεσθαι . μέν νυν κάλλιστος νόμος οὗτός σφι ἦν , οὐ μέντοι νῦν γε διατελέει ἐών , ἄλλο δέ τι ἐξευρήκασι νεωστὶ γενέσθαι [ ἵνα μὴ ἀδικοῖεν αὐτὰς μηδ’ εἰς ἑτέραν πόλιν ἄγωνται ] · ἐπείτε γὰρ ἁλόντες ἐκακώθησαν καὶ οἰκοφθορήθησαν , πᾶς τις τοῦ δήμου βίου σπανίζων καταπορνεύει τὰ θήλεα τέκνα .
1.197 δεύτερος δὲ σοφίῃ ὅδε ἄλλος σφι νόμος κατέστηκε · τοὺς κάμνοντας ἐς τὴν ἀγορὴν ἐκφορέουσι · οὐ γὰρ δὴ χρέωνται ἰητροῖσι . προσιόντες ὦν πρὸς τὸν κάμνοντα συμβουλεύουσι περὶ τῆς νούσου , εἴ τις καὶ αὐτὸς τοιοῦτο ἔπαθε ὁκοῖον ἂν ἔχῃ κάμνων ἄλλον εἶδε παθόντα , ταῦτα προσιόντες συμβουλεύουσι καὶ παραινέουσι ἅσσα αὐτὸς ποιήσας ἐξέφυγε ὁμοίην νοῦσον ἄλλον εἶδε ἐκφυγόντα . σιγῇ δὲ παρεξελθεῖν τὸν κάμνοντα οὔ σφι ἔξεστι , πρὶν ἂν ἐπείρηται ἥντινα νοῦσον ἔχει .