1.195 τὰ μὲν δὴ πλοῖα αὐτοῖσι ἐστὶ τοιαῦτα · ἐσθῆτι δὲ τοιῇδε χρέωνται , κιθῶνι ποδηνεκέι λινέῳ , καὶ ἐπὶ τοῦτον ἄλλον εἰρίνεον κιθῶνα ἐπενδύνει καὶ χλανίδιον λευκὸν περιβαλλόμενος , ὑποδήματα ἔχων ἐπιχώρια , παραπλήσια τῇσι Βοιωτίῃσι ἐμβάσι . κομῶντες δὲ τὰς κεφαλὰς μίτρῃσι ἀναδέονται , μεμυρισμένοι πᾶν τὸ σῶμα . σφρηγῖδα δὲ ἕκαστος ἔχει καὶ σκῆπτρον χειροποίητον · ἐπ’ ἑκάστῳ δὲ σκήπτρῳ ἔπεστι πεποιημένον μῆλον ῥόδον κρίνον αἰετὸς ἄλλο τι · ἄνευ γὰρ ἐπισήμου οὔ σφι νόμος ἐστὶ ἔχειν σκῆπτρον .
1.196 αὕτη μὲν δή σφι ἄρτισις περὶ τὸ σῶμα ἐστί · νόμοι δὲ αὐτοῖσι ὧδε κατεστᾶσι , μὲν σοφώτατος ὅδε κατὰ γνώμην τὴν ἡμετέρην , τῷ καὶ Ἰλλυριῶν Ἐνετοὺς πυνθάνομαι χρᾶσθαι . κατὰ κώμας ἑκάστας ἅπαξ τοῦ ἔτεος ἑκάστου ἐποιέετο τάδε · ὡς ἂν αἱ παρθένοι γενοίατο γάμων ὡραῖαι , ταύτας ὅκως συναγάγοιεν πάσας , ἐς ἓν χωρίον ἐσάγεσκον ἁλέας , πέριξ δὲ αὐτὰς ἵστατο ὅμιλος ἀνδρῶν , ἀνιστὰς δὲ κατὰ μίαν ἑκάστην κῆρυξ πωλέεσκε , πρῶτα μὲν τὴν εὐειδεστάτην ἐκ πασέων · μετὰ δέ , ὅκως αὕτη εὑροῦσα πολλὸν χρυσίον πρηθείη , ἄλλην ἂν ἐκήρυσσε μετ’ ἐκείνην ἔσκε εὐειδεστάτη · ἐπωλέοντο δὲ ἐπὶ συνοικήσι . ὅσοι μὲν δὴ ἔσκον εὐδαίμονες τῶν Βαβυλωνίων ἐπίγαμοι , ὑπερβάλλοντες ἀλλήλους ἐξωνέοντο τὰς καλλιστευούσας · ὅσοι δὲ τοῦ δήμου ἔσκον ἐπίγαμοι , οὗτοι δὲ εἴδεος μὲν οὐδὲν ἐδέοντο χρηστοῦ , οἳ δ’ ἂν χρήματά τε καὶ αἰσχίονας παρθένους ἐλάμβανον .