1.194 ἐπεὰν γὰρ ἐν τοῖσι Ἀρμενίοισι τοῖσι κατύπερθε Ἀσσυρίων οἰκημένοισι νομέας ἰτέης ταμόμενοι ποιήσωνται , περιτείνουσι τούτοισι διφθέρας στεγαστρίδας ἔξωθεν ἐδάφεος τρόπον , οὔτε πρύμνην ἀποκρίνοντες οὔτε πρῴρην συνάγοντες , ἀλλ’ ἀσπίδος τρόπον κυκλοτερέα ποιήσαντες καὶ καλάμης πλήσαντες πᾶν τὸ πλοῖον τοῦτο ἀπιεῖσι κατὰ τὸν ποταμὸν φέρεσθαι , φορτίων πλήσαντες · μάλιστα δὲ βίκους φοινικηίους κατάγουσι οἴνου πλέους . ἰθύνεται δὲ ὑπό τε δύο πλήκτρων καὶ δύο ἀνδρῶν ὀρθῶν ἑστεώτων , καὶ μὲν ἔσω ἕλκει τὸ πλῆκτρον δὲ ἔξω ὠθέει . ποιέεται δὲ καὶ κάρτα μεγάλα ταῦτα τὰ πλοῖα καὶ ἐλάσσω · τὰ δὲ μέγιστα αὐτῶν καὶ πεντακισχιλίων ταλάντων γόμον ἔχει . ἐν ἑκάστῳ δὲ πλοίῳ ὄνος ζωὸς ἔνεστι , ἐν δὲ τοῖσι μέζοσι πλεῦνες . ἐπεὰν ὦν ἀπίκωνται πλέοντες ἐς τὴν Βαβυλῶνα καὶ διαθέωνται τὸν φόρτον , νομέας μὲν τοῦ πλοίου καὶ τὴν καλάμην πᾶσαν ἀπ’ ὦν ἐκήρυξαν , τὰς δὲ διφθέρας ἐπισάξαντες ἐπὶ τοὺς ὄνους ἀπελαύνουσι ἐς τοὺς Ἀρμενίους . ἀνὰ τὸν ποταμὸν γὰρ δὴ οὐκ οἷά τε ἐστὶ πλέειν οὐδενὶ τρόπῳ ὑπὸ τάχεος τοῦ ποταμοῦ · διὰ γὰρ ταῦτα καὶ οὐκ ἐκ ξύλων ποιεῦνται τὰ πλοῖα ἀλλ’ ἐκ διφθερέων . ἐπεὰν δὲ τοὺς ὄνους ἐλαύνοντες ἀπίκωνται ὀπίσω ἐς τοὺς Ἀρμενίους , ἄλλα τρόπῳ τῷ αὐτῷ ποιεῦνται πλοῖα .