1.193 τὰ γὰρ δὴ ἄλλα δένδρεα οὐδὲ πειρᾶται ἀρχὴν φέρειν , οὔτε συκέην οὔτε ἄμπελον οὔτε ἐλαίην . τὸν δὲ τῆς Δήμητρος καρπὸν ὧδε ἀγαθὴ ἐκφέρειν ἐστὶ ὥστε ἐπὶ διηκόσια μὲν τὸ παράπαν ἀποδιδοῖ , ἐπειδὰν δὲ ἄριστα αὐτὴ ἑωυτῆς ἐνείκῃ , ἐπὶ τριηκόσια ἐκφέρει . τὰ δὲ φύλλα αὐτόθι τῶν τε πυρῶν καὶ τῶν κριθέων τὸ πλάτος γίνεται τεσσέρων εὐπετέως δακτύλων . ἐκ δὲ κέγχρου καὶ σησάμου ὅσον τι δένδρον μέγαθος γίνεται , ἐξεπιστάμενος μνήμην οὐ ποιήσομαι , εὖ εἰδὼς ὅτι τοῖσι μὴ ἀπιγμένοισι ἐς τὴν Βαβυλωνίην χώρην καὶ τὰ εἰρημένα καρπῶν ἐχόμενα ἐς ἀπιστίην πολλὴν ἀπῖκται . χρέωνται δὲ οὐδὲν ἐλαίῳ ἀλλ’ ἐκ τῶν σησάμων ποιεῦντες . εἰσὶ δέ σφι φοίνικες πεφυκότες ἀνὰ πᾶν τὸ πεδίον , οἱ πλεῦνες αὐτῶν καρποφόροι , ἐκ τῶν καὶ σιτία καὶ οἶνον καὶ μέλι ποιεῦνται · τοὺς συκέων τρόπον θεραπεύουσι τά τε ἄλλα καὶ φοινίκων τοὺς ἔρσενας Ἕλληνὲς καλέουσι , τούτων τὸν καρπὸν περιδέουσι τῇσι βαλανηφόροισι τὸν φοινίκων , ἵνα πεπαίνῃ τε σφι ψὴν τὴν βάλανον ἐσδύνων καὶ μὴ ἀπορρέῃ καρπὸς τοῦ φοίνικος · ψῆνας γὰρ δὴ φέρουσι ἐν τῷ καρπῷ οἱ ἔρσενες κατά περ δὴ οἱ ὄλυνθοι .
1.194 τὸ δὲ ἁπάντων θῶμα μέγιστόν μοι ἐστὶ τῶν ταύτῃ μετά γε αὐτὴν τὴν πόλιν , ἔρχομαι φράσων · τὰ πλοῖα αὐτοῖσι ἐστὶ τὰ κατὰ τὸν ποταμὸν πορευόμενα ἐς τὴν Βαβυλῶνα , ἐόντα κυκλοτερέα , πάντα σκύτινα .