1.192 δὲ ἀρτάβη , μέτρον ἐὸν Περσικόν , χωρέει μεδίμνου Ἀττικοῦ πλέον χοίνιξι τρισὶ Ἀττικῇσι , ἵπποι δὲ οἱ αὐτοῦ ἦσαν ἰδίῃ , πάρεξ τῶν πολεμιστηρίων , οἱ μὲν ἀναβαίνοντες τὰς θηλέας ὀκτακόσιοι , αἱ δὲ βαινόμεναι ἑξακισχίλιαι καὶ μυρίαι · ἀνέβαινε γὰρ ἕκαστος τῶν ἐρσένων τούτων εἴκοσι ἵππους . κυνῶν δὲ Ἰνδικῶν τοσοῦτο δή τι πλῆθος ἐτρέφετο ὥστε τέσσερες τῶν ἐν τῷ πεδίῳ κῶμαι μεγάλαι , τῶν ἄλλων ἐοῦσαι ἀτελέες , τοῖσι κυσὶ προσετετάχατο σιτία παρέχειν . τοιαῦτα μὲν τῷ ἄρχοντι τῆς Βαβυλῶνος ὑπῆρχε ἐόντα .
1.193 δὲ γῆ τῶν Ἀσσυρίων ὕεται μὲν ὀλίγῳ , καὶ τὸ ἐκτρέφον τὴν ῥίζαν τοῦ σίτου ἐστὶ τοῦτο · ἀρδόμενον μέντοι ἐκ τοῦ ποταμοῦ ἁδρύνεταί τε τὸ λήιον καὶ παραγίνεται σῖτος , οὐ κατὰ περ ἐν Αἰγύπτῳ αὐτοῦ τοῦ ποταμοῦ ἀναβαίνοντος ἐς τὰς ἀρούρας , ἀλλὰ χερσί τε καὶ κηλωνηίοισι ἀρδόμενος . γὰρ Βαβυλωνίη χώρη πᾶσα , κατά περ Αἰγυπτίη , κατατέτμηται ἐς διώρυχας · καὶ μεγίστη τῶν διωρύχων ἐστὶ νηυσιπέρητος , πρὸς ἥλιον τετραμμένη τὸν χειμερινόν , ἐσέχει δὲ ἐς ἄλλον ποταμὸν ἐκ τοῦ Εὐφρήτεω , ἐς τὸν Τίγρην , παρ’ ὃν Νίνος πόλις οἴκητο . ἔστι δὲ χωρέων αὕτη πασέων μακρῷ ἀρίστη τῶν ἡμεῖς ἴδμεν Δήμητρος καρπὸν ἐκφέρειν { ... }