1.191 εἰ μέν νυν προεπύθοντο ἔμαθον οἱ Βαβυλώνιοι τὸ ἐκ τοῦ Κύρου ποιεύμενον , οἳ δ’ ἂν περιιδόντες τοὺς Πέρσας ἐσελθεῖν ἐς τὴν πόλιν διέφθειραν ἂν κάκιστα · κατακληίσαντες γὰρ ἂν πάσας τὰς ἐς τὸν ποταμὸν πυλίδας ἐχούσας καὶ αὐτοὶ ἐπὶ τὰς αἱμασιὰς ἀναβάντες τὰς παρὰ τὰ χείλεα τοῦ ποταμοῦ ἐληλαμένας , ἔλαβον ἂν σφέας ὡς ἐν κύρτῃ . νῦν δὲ ἐξ ἀπροσδοκήτου σφι παρέστησαν οἱ Πέρσαι . ὑπὸ δὲ μεγάθεος τῆς πόλιος , ὡς λέγεται ὑπὸ τῶν ταύτῃ οἰκημένων , τῶν περὶ τὰ ἔσχατα τῆς πόλιος ἑαλωκότων τοὺς τὸ μέσον οἰκέοντας τῶν Βαβυλωνίων οὐ μανθάνειν ἑαλωκότας , ἀλλὰ τυχεῖν γάρ σφι ἐοῦσαν ὁρτήν , χορεύειν τε τοῦτον τὸν χρόνον καὶ ἐν εὐπαθείῃσι εἶναι , ἐς δὴ καὶ τὸ κάρτα ἐπύθοντο .
1.192 καὶ Βαβυλὼν μὲν οὕτω τότε πρῶτον ἀραίρητο . τὴν δὲ δύναμιν τῶν Βαβυλωνίων πολλοῖσι μὲν καὶ ἄλλοισι δηλώσω ὅση τις ἐστί , ἐν δὲ δὴ καὶ τῷδε . βασιλέι τῷ μεγάλῳ ἐς τροφὴν αὐτοῦ τε καὶ τῆς στρατιῆς διαραίρηται , πάρεξ τοῦ φόρου , γῆ πᾶσα ὅσης ἄρχει · δυώδεκα ὦν μηνῶν ἐόντων ἐς τὸν ἐνιαυτὸν τοὺς τέσσερας μῆνας τρέφει μιν Βαβυλωνίη χωρῇ , τοὺς δὲ ὀκτὼ τῶν μηνῶν λοιπὴ πᾶσα Ἀσίη . οὕτω τριτημορίη Ἀσσυρίη χώρη τῇ δυνάμι τῆς ἄλλης Ἀσίης . καὶ ἀρχὴ τῆς χώρης ταύτης , τὴν οἱ Πέρσαι σατραπηίην καλέουσι , ἐστὶ ἁπασέων τῶν ἀρχέων πολλόν τι κρατίστη , ὅκου Τριτανταίχμῃ τῷ Ἀρταβάζου ἐκ βασιλέος ἔχοντι τὸν νομὸν τοῦτον ἀργυρίου μὲν προσήιε ἑκάστης ἡμέρης ἀρτάβη μεστή .