1.190 οἷα δὲ ἐξεπιστάμενοι ἔτι πρότερον τὸν Κῦρον οὐκ ἀτρεμίζοντα , ἀλλ’ ὁρέοντες αὐτὸν παντὶ ἔθνεϊ ὁμοίως ἐπιχειρέοντα , προεσάξαντο σιτία ἐτέων κάρτα πολλῶν . ἐνθαῦτα οὗτοι μὲν λόγον εἶχον τῆς πολιορκίης οὐδένα , Κῦρος δὲ ἀπορίῃσι ἐνείχετο , ἅτε χρόνου τε ἐγγινομένου συχνοῦ ἀνωτέρω τε οὐδὲν τῶν πρηγμάτων προκοπτομένων .
1.191 εἴτε δὴ ὦν ἄλλος οἱ ἀπορέοντι ὑπεθήκατο , εἴτε καὶ αὐτὸς ἔμαθε τὸ ποιητέον οἱ ἦν , ἐποίεε δὴ τοιόνδε . τάξας τὴν στρατιὴν ἅπασαν ἐξ ἐμβολῆς τοῦ ποταμοῦ , τῇ ἐς τὴν πόλιν ἐσβάλλει , καὶ ὄπισθε αὖτις τῆς πόλιος τάξας ἑτέρους , τῇ ἐξιεῖ ἐκ τῆς πόλιος ποταμός , προεῖπε τῷ στρατῷ , ὅταν διαβατὸν τὸ ῥέεθρον ἴδωνται γενόμενον , ἐσιέναι ταύτῃ ἐς τὴν πόλιν . οὕτω τε δὴ τάξας καὶ κατὰ ταῦτα παραινέσας ἀπήλαυνε αὐτὸς σὺν τῷ ἀχρηίῳ τοῦ στρατοῦ . ἀπικόμενος δὲ ἐπὶ τὴν λίμνην , τά περ τῶν Βαβυλωνίων βασίλεια ἐποίησε κατά τε τὸν ποταμὸν καὶ κατὰ τὴν λίμνην , ἐποίεε καὶ Κῦρος ἕτερα τοιαῦτα · τὸν γὰρ ποταμὸν διώρυχι ἐσαγαγὼν ἐς τὴν λίμνην ἐοῦσαν ἕλος , τὸ ἀρχαῖον ῥέεθρον διαβατὸν εἶναι ἐποίησε , ὑπονοστήσαντος τοῦ ποταμοῦ . γενομένου δὲ τούτου τοιούτου , οἱ Πέρσαι οἵ περ ἐτετάχατο ἐπ’ αὐτῷ τούτῳ κατὰ τὸ ῥέεθρον τοῦ Εὐφρήτεω ποταμοῦ ὑπονενοστηκότος ἀνδρὶ ὡς ἐς μέσον μηρὸν μάλιστά κῃ , κατὰ τοῦτο ἐσήισαν ἐς τὴν Βαβυλῶνα .