1.186 ἐτάμνετο λίθους περιμήκεας , ὡς δέ οἱ ἦσαν οἱ λίθοι ἕτοιμοι καὶ τὸ χωρίον ὀρώρυκτο , ἐκτρέψασα τοῦ ποταμοῦ τὸ ῥέεθρον πᾶν ἐς τὸ ὤρυσσε χωρίον , ἐν ἐπίμπλατο τοῦτο , ἐν τούτω ἀπεξηρασμένου τοῦ ἀρχαίου ῥεέθρου τοῦτο μὲν τὰ χείλεα τοῦ ποταμοῦ κατὰ τὴν πόλιν καὶ τὰς καταβάσιας τὰς ἐκ τῶν πυλίδων ἐς τὸν ποταμὸν φερούσας ἀνοικοδόμησε πλίνθοισι ὀπτῇσι κατὰ τὸν αὐτὸν λόγον τῷ τείχεϊ , τοῦτο δὲ κατὰ μέσην κου μάλιστα τὴν πόλιν τοῖσι λίθοισι τοὺς ὠρύξατο οἰκοδόμεε γέφυραν , δέουσα τοὺς λίθους σιδήρῳ τε καὶ μολύβδῳ . ἐπιτείνεσκε δὲ ἐπ’ αὐτήν , ὅκως μὲν ἡμέρη γίνοιτο , ξύλα τετράγωνα , ἐπ’ ὧν τὴν διάβασιν ἐποιεῦντο οἱ Βαβυλώνιοι · τὰς δὲ νύκτας τὰ ξύλα ταῦτα ἀπαιρέεσκον τοῦδε εἵνεκα , ἵνα μὴ διαφοιτέοντες τὰς νύκτας κλέπτοιεν παρ’ ἀλλήλων . ὡς δὲ τό τε ὀρυχθὲν λίμνη πλήρης ἐγεγόνεε ὑπὸ τοῦ ποταμοῦ καὶ τὰ περὶ τὴν γέφυραν ἐκεκόσμητο , τὸν Εὐφρήτην ποταμὸν ἐς τὰ ἀρχαῖα ῥέεθρα ἐκ τῆς λίμνης ἐξήγαγε , καὶ οὕτω τὸ ὀρυχθὲν ἕλος γενόμενον ἐς δέον ἐδόκεε γεγονέναι καὶ τοῖσι πολιήτῃσι γέφυρα ἦν κατεσκευασμένη .
1.187 δ’ αὐτὴ αὕτη βασίλεια καὶ ἀπάτην τοιήνδε τινὰ ἐμηχανήσατο · ὕπερ τῶν μάλιστα λεωφόρων πυλέων τοῦ ἄστεος τάφον ἑωυτῇ κατεσκευάσατο μετέωρον ἐπιπολῆς αὐτέων τῶν πυλέων , ἐνεκόλαψε δὲ ἐς τὸν τάφον γράμματα λέγοντα τάδε . ʹ τῶν τις ἐμεῦ ὕστερον γινομένων Βαβυλῶνος βασιλέων ἢν σπανίσῃ χρημάτων , ἀνοίξας τὸν τάφον λαβέτω ὁκόσα βούλεται χρήματα · μὴ μέντοι γε μὴ σπανίσας γε ἄλλως ἀνοίξῃ · οὐ γὰρ ἄμεινον · ʹ