1.187 οὗτος τάφος ἦν ἀκίνητος μέχρι οὗ ἐς Δαρεῖον περιῆλθε βασιληίη · Δαρείῳ δὲ καὶ δεινὸν ἐδόκεε εἶναι τῇσι πύλῃσι ταύτῃσι μηδὲν χρᾶσθαι , καὶ χρημάτων κειμένων καὶ αὐτῶν τῶν γραμμάτων ἐπικαλεομένων , μὴ οὐ λαβεῖν αὐτά · τῇσι δὲ πύλῃσι ταύτῃσι οὐδὲν ἐχρᾶτο τοῦδε εἵνεκα , ὅτι ὕπερ κεφαλῆς οἱ ἐγίνετο νεκρὸς διεξελαύνοντι . ἀνοίξας δὲ τὸν τάφον εὗρε χρήματα μὲν οὔ , τὸν δὲ νεκρὸν καὶ γράμματα λέγοντα τάδε · ʹ εἰ μὴ ἄπληστός τε ἔας χρημάτων καὶ αἰσχροκερδής , οὐκ ἂν νεκρῶν θήκας ἀνέῳγες . ʹ αὕτη μέν νυν βασίλεια τοιαύτη τις λέγεται γενέσθαι .
1.188 δὲ δὴ Κῦρος ἐπὶ ταύτης τῆς γυναικὸς τὸν παῖδα ἐστρατεύετο , ἔχοντά τε τοῦ πατρὸς τοῦ ἑωυτοῦ τοὔνομα Λαβυνήτου καὶ τὴν Ἀσσυρίων ἀρχήν . στρατεύεται δὲ δὴ βασιλεὺς μέγας καὶ σιτίοισι εὖ ἐσκευασμένος ἐξ οἴκου καὶ προβάτοῖσι , καὶ δὴ καὶ ὕδωρ ἀπὸ τοῦ Χοάσπεω ποταμοῦ ἅμα ἄγεται τοῦ παρὰ Σοῦσα ῥέοντος , τοῦ μούνου πίνει βασιλεὺς καὶ ἄλλου οὐδενὸς ποταμοῦ . τούτου δὲ τοῦ Χοάσπεω τοῦ ὕδατος ἀπεψημένου πολλαὶ κάρτα ἅμαξαι τετράκυκλοι ἡμιόνεαι κομίζουσαι ἐν ἀγγηίοισι ἀργυρέοισι ἕπονται , ὅκῃ ἂν ἐλαύνῃ ἑκάστοτε .