1.185 κατύπερθε δὲ πολλῷ Βαβυλῶνος ὤρυσσε ἔλυτρον λίμνῃ , ὀλίγον τι παρατείνουσα ἀπὸ τοῦ ποταμοῦ , βάθος μὲν ἐς τὸ ὕδωρ αἰεὶ ὀρύσσουσα , εὖρος δὲ τὸ περίμετρον αὐτοῦ ποιεῦσα εἴκοσί τε καὶ τετρακοσίων σταδίων · τὸν δὲ ὀρυσσόμενον χοῦν ἐκ τούτου τοῦ ὀρύγματος ἀναισίμου παρὰ τὰ χείλεα τοῦ ποταμοῦ παραχέουσα . ἐπείτε δέ οἱ ὀρώρυκτο , λίθους ἀγαγομένη κρηπῖδα κύκλῳ περὶ αὐτὴν ἤλασε . ἐποίεε δὲ ἀμφότερα ταῦτα , τόν τε ποταμὸν σκολιὸν καὶ τὸ ὄρυγμα πᾶν ἕλος , ὡς τε ποταμὸς βραδύτερος εἴη περὶ καμπὰς πολλὰς ἀγνύμενος , καὶ οἱ πλόοι ἔωσι σκολιοὶ ἐς τὴν Βαβυλῶνα , ἔκ τε τῶν πλόων ἐκδέκηται περίοδος τῆς λίμνης μακρή . κατὰ τοῦτο δὲ ἐργάζετο τῆς χώρης τῇ αἵ τε ἐσβολαὶ ἦσαν καὶ τὰ σύντομα τῆς ἐκ Μήδων ὁδοῦ , ἵνα μὴ ἐπιμισγόμενοι οἱ Μῆδοι ἐκμανθάνοιεν αὐτῆς τὰ πρήγματα .
1.186 ταῦτα μὲν δὴ ἐκ βάθεος περιεβάλετο , τοιήνδε δὲ ἐξ αὐτῶν παρενθήκην ἐποιήσατο . τῆς πόλιος ἐούσης δύο φαρσέων , τοῦ δὲ ποταμοῦ μέσον ἔχοντος , ἐπὶ τῶν πρότερον βασιλέων ὅκως τις ἐθέλοι ἐκ τοῦ ἑτέρου φάρσεος ἐς τοὔτερον διαβῆναι , χρῆν πλοίῳ διαβαίνειν , καὶ ἦν , ὡς ἐγὼ δοκέω , ὀχληρὸν τοῦτο . αὕτη δὲ καὶ τοῦτο προεῖδε . ἐπείτε γὰρ ὤρυσσε τὸ ἔλυτρον τῇ λίμνῃ , μνημόσυνον τόδε ἄλλο ἀπὸ τοῦ αὐτοῦ ἔργου ἐλίπετο ·