1.184 τῆς δὲ Βαβυλῶνος ταύτης πολλοὶ μέν κου καὶ ἄλλοι ἐγένοντο βασιλέες , τῶν ἐν τοῖσι Ἀσσυρίοισι λόγοισι μνήμην ποιήσομαι , οἳ τὰ τείχεά τε ἐπεκόσμησαν καὶ τὰ ἱρά , ἐν δὲ δὴ καὶ γυναῖκες δύο . μὲν πρότερον ἄρξασα , τῆς ὕστερον γενεῇσι πέντε πρότερον γενομένη , τῇ οὔνομα ἦν Σεμίραμις , αὕτη μὲν ἀπεδέξατο χώματα ἀνὰ τὸ πεδίον ἐόντα ἀξιοθέητα · πρότερον δὲ ἐώθεε ποταμὸς ἀνὰ τὸ πεδίον πᾶν πελαγίζειν .
1.185 δὲ δὴ δεύτερον γενομένη ταύτης βασίλεια , τῇ οὔνομα ἦν Νίτωκρις , αὕτη δὲ συνετωτέρη γενομένη τῆς πρότερον ἀρξάσης τοῦτο μὲν μνημόσυνα ἐλίπετο τὰ ἐγὼ ἀπηγήσομαι , τοῦτο δὲ τὴν Μήδων ὁρῶσα ἀρχὴν μεγάλην τε καὶ οὐκ ἀτρεμίζουσαν , ἀλλ’ ἄλλα τε ἀραιρημένα ἄστεα αὐτοῖσι , ἐν δὲ δὴ καὶ τὴν Νίνον , προεφυλάξατο ὅσα ἐδύνατο μάλιστα . πρῶτα μὲν τὸν Εὐφρήτην ποταμὸν ῥέοντα πρότερον ἰθύν , ὅς σφι διὰ τῆς πόλιος μέσης ῥέει , τοῦτον ἄνωθεν διώρυχας ὀρύξασα οὕτω δή τι ἐποίησε σκολιὸν ὥστε δὴ τρὶς ἐς τῶν τινα κωμέων τῶν ἐν τῇ Ἀσσυρίῃ ἀπικνέεται ῥέων · τῇ δὲ κώμῃ οὔνομα ἐστί , ἐς τὴν ἀπικνέεται Εὐφρήτης , Ἀρδέρικκα . καὶ νῦν οἳ ἂν κομίζωνται ἀπὸ τῆσδε τῆς θαλάσσης ἐς Βαβυλῶνα , καταπλέοντες τὸν Εὐφρήτην ποταμὸν τρίς τε ἐς τὴν αὐτὴν ταύτην κώμην παραγίνονται καὶ ἐν τρισὶ ἡμέρῃσι . τοῦτο μὲν δὴ τοιοῦτον ἐποίησε , χῶμα δὲ παρέχωσε παρ’ ἑκάτερον τοῦ ποταμοῦ τὸ χεῖλος ἄξιον θώματος μέγαθος καὶ ὕψος ὅσον τι ἐστί .