1.182 καὶ γὰρ δὴ ἐκεῖθι κοιμᾶται ἐν τῷ τοῦ Διὸς τοῦ Θηβαιέος γυνή , ἀμφότεραι δὲ αὗται λέγονται ἀνδρῶν οὐδαμῶν ἐς ὁμιλίην φοιτᾶν · καὶ κατά περ ἐν Πατάροισι τῆς Λυκίης πρόμαντις τοῦ θεοῦ , ἐπεὰν γένηται · οὐ γὰρ ὦν αἰεί ἐστι χρηστήριον αὐτόθι · ἐπεὰν δὲ γένηται τότε ὦν συγκατακληίεται τὰς νύκτας ἔσω ἐν τῷ νηῷ .
1.183 ἔστι δὲ τοῦ ἐν Βαβύλῶνι ἱροῦ καὶ ἄλλος κάτω νηός , ἔνθα ἄγαλμα μέγα τοῦ Διὸς ἔνι κατήμενον χρύσεον , καὶ οἱ τράπεζα μεγάλη παρακέεται χρυσέη , καὶ τὸ βάθρον οἱ καὶ θρόνος χρύσεος ἐστί · καὶ ὡς ἔλεγον οἱ Χαλδαῖοι , ταλάντων ὀκτακοσίων χρυσίου πεποίηται ταῦτα . ἔξω δὲ τοῦ νηοῦ βωμός ἐστι χρύσεος , ἔστι δὲ καὶ ἄλλος βωμὸς μέγας , ἐπ’ οὗ θύεται τὰ τέλεα τῶν προβάτων · ἐπὶ γὰρ τοῦ χρυσέου βωμοῦ οὐκ ἔξεστι θύειν ὅτι μὴ γαλαθηνὰ μούνᾳ , ἐπὶ δὲ τοῦ μέζονος βωμοῦ καὶ καταγίζουσι λιβανωτοῦ χίλια τάλαντα ἔτεος ἑκάστου οἱ Χαλδαῖοι τότε ἐπεὰν τὴν ὁρτὴν ἄγωσι τῷ θεῷ τούτῳ . ἦν δὲ ἐν τῷ τεμένεϊ τούτῳ ἔτι τὸν χρόνον ἐκεῖνον καὶ ἀνδριὰς δυώδεκα πηχέων χρύσεος στερεός · ἐγὼ μέν μιν οὐκ εἶδον , τὰ δὲ λέγεται ὑπὸ Χαλδαίων , ταῦτα λέγω . τούτῳ τῷ ἀνδριάντι Δαρεῖος μὲν Ὑστάσπεος ἐπιβουλεύσας οὐκ ἐτόλμησε λαβεῖν , Ξέρξης δὲ Δαρείου ἔλαβε καὶ τὸν ἱρέα ἀπέκτεινε ἀπαγορεύοντα μὴ κινέειν τὸν ἀνδριάντα . τὸ μὲν δὴ ἱρὸν τοῦτο οὕτω κεκόσμηται , ἔστι δὲ καὶ ἴδια ἀναθήματα πολλά .