1.181 ἐν δὲ φάρσεϊ ἑκατέρῳ τῆς πόλιος ἐτετείχιστο ἐν μέσῳ ἐν τῷ μὲν τὰ βασιλήια περιβόλῳ μεγάλῳ τε καὶ ἰσχυρῷ , ἐν δὲ τῷ ἑτέρῳ Διὸς Βήλου ἱρὸν χαλκόπυλον , καὶ ἐς ἐμὲ ἔτι τοῦτο ἐόν , δύο σταδίων πάντῃ , ἐὸν τετράγωνον . ἐν μέσῳ δὲ τοῦ ἱροῦ πύργος στερεὸς οἰκοδόμηται , σταδίου καὶ τὸ μῆκος καὶ τὸ εὖρος , καὶ ἐπὶ τούτῳ τῷ πύργῳ ἄλλος πύργος ἐπιβέβηκε , καὶ ἕτερος μάλα ἐπὶ τούτῳ , μέχρι οὗ ὀκτὼ πύργων . ἀνάβασις δὲ ἐς αὐτοὺς ἔξωθεν κύκλῳ περὶ πάντας τοὺς πύργους ἔχουσα πεποίηται . μεσοῦντι δέ κου τῆς ἀναβάσιος ἐστὶ καταγωγή τε καὶ θῶκοι ἀμπαυστήριοι , ἐν τοῖσι κατίζοντες ἀμπαύονται οἱ ἀναβαίνοντες . ἐν δὲ τῷ τελευταίῳ πύργῳ νηὸς ἔπεστι μέγας · ἐν δὲ τῷ νηῷ κλίνη μεγάλη κέεται εὖ ἐστρωμένη , καὶ οἱ τράπεζα παρακέεται χρυσέη . ἄγαλμα δὲ οὐκ ἔνι οὐδὲν αὐτόθι ἐνιδρυμένον , οὐδὲ νύκτα οὐδεὶς ἐναυλίζεται ἀνθρώπων ὅτι μὴ γυνὴ μούνη τῶν ἐπιχωρίων , τὴν ἂν θεὸς ἕληται ἐκ πασέων , ὡς λέγουσι οἱ Χαλδαῖοι ἐόντες ἱρέες τούτου τοῦ θεοῦ .
1.182 φασὶ δὲ οἱ αὐτοὶ οὗτοι , ἐμοὶ μὲν οὐ πιστὰ λέγοντες , τὸν θεὸν αὐτὸν φοιτᾶν τε ἐς τὸν νηὸν καὶ ἀμπαύεσθαι ἐπὶ τῆς κλίνης , κατά περ ἐν Θήβῃσι τῇσι Αἰγυπτίῃσι κατὰ τὸν αὐτὸν τρόπον , ὡς λέγουσι οἱ Αἰγύπτιοι ·