1.179 ἔστι δὲ ἄλλη πόλις ἀπέχουσα ὀκτὼ ἡμερέων ὁδὸν ἀπὸ Βαβυλῶνος · Ἲς οὔνομα αὐτῇ . ἔνθα ἐστὶ ποταμὸς οὐ μέγας · Ἲς καὶ τῷ ποταμῷ τὸ οὔνομα · ἐσβάλλει δὲ οὗτος ἐς τὸν Εὐφρήτην ποταμὸν τὸ ῥέεθρον . οὗτος ὦν Ἲς ποταμὸς ἅμα τῷ , ὕδατι θρόμβους ἀσφάλτου ἀναδιδοῖ πολλούς , ἔνθεν ἄσφαλτος ἐς τὸ ἐν Βαβυλῶνι τεῖχος ἐκομίσθη .
1.180 ἐτετείχιστο μέν νυν Βαβυλὼν τρόπῳ τοιῷδε , ἔστι δὲ δύο φάρσεα τῆς πόλιος . τὸ γὰρ μέσον αὐτῆς ποταμὸς διέργει , τῷ οὔνομα ἐστὶ Εὐφρήτης · ῥέει δὲ ἐξ Ἀρμενίων , ἐὼν μέγας καὶ βαθὺς καὶ ταχύς · ἐξιεῖ δὲ οὗτος ἐς τὴν Ἐρυθρὴν θάλασσαν . τὸ ὦν δὴ τεῖχος ἑκάτερον τοὺς ἀγκῶνας ἐς τὸν ποταμὸν ἐλήλαται · τὸ δὲ ἀπὸ τούτου αἱ ἐπικαμπαὶ παρὰ χεῖλος ἑκάτερον τοῦ ποταμοῦ αἱμασιὴ πλίνθων ὀπτέων παρατείνει . τὸ δὲ ἄστυ αὐτό , ἐὸν πλῆρες οἰκιέων τριωρόφων καὶ τετρωρόφων , κατατέτμηται τὰς ὁδοὺς ἰθέας τάς τε ἄλλας καὶ τὰς ἐπικαρσίας τὰς ἐπὶ τὸν ποταμὸν ἐχούσας . κατὰ δὴ ὦν ἑκάστην ὁδὸν ἐν τῇ αἱμασιῇ τῇ παρὰ τὸν ποταμὸν πυλίδες ἐπῆσαν , ὅσαι περ αἱ λαῦραι , τοσαῦται ἀριθμόν · ἦσαν δὲ καὶ αὗται χάλκεαι { ... } φέρουσαι [ καὶ αὐταὶ ] ἐς αὐτὸν τὸν ποταμόν .
1.181 τοῦτο μὲν δὴ τὸ τεῖχος θώρηξ ἐστί , ἕτερον δὲ ἔσωθεν τεῖχος περιθέει , οὐ πολλῷ τεῳ ἀσθενέστερον τοῦ ἑτέρου τείχεος , στεινότερον δέ .