1.174 ʹτὰ μὲν γὰρ αὐτῆς πρὸς βορέην ἄνεμον Κεραμεικὸς κόλπος ἀπέργει , τὰ δὲ πρὸς νότον κατὰ Σύμην τε καὶ Ῥόδον θάλασσἀ , τὸ ὦν δὴ ὀλίγον τοῦτο , ἐὸν ὅσον τε ἐπὶ πέντε στάδια , ὤρυσσον οἱ Κνίδιοι ἐν ὅσῳ Ἅρπαγος τὴν Ἰωνίην κατεστρέφετο , βουλόμενοι νῆσον τὴν χώρην ποιῆσαι . ἐντὸς δὲ πᾶσά σφι ἐγίνετο · τῇ γὰρ Κνιδίη χώρη ἐς τὴν ἤπειρον τελευτᾷ , ταύτῃ ἰσθμός ἐστι τὸν ὤρυσσον . καὶ δὴ πολλῇ , χειρὶ ἐργαζομένων τῶν Κνιδίων , μᾶλλον γάρ τι καὶ θειότερον ἐφαίνοντο τιτρώσκεσθαι οἱ ἐργαζόμενοι τοῦ οἰκότος τά τε ἄλλα τοῦ σώματος καὶ μάλιστα τὰ περὶ τοὺς ὀφθαλμοὺς θραυομένης τῆς πέτρης , ἔπεμπον ἐς Δελφοὺς θεοπρόπους ἐπειρησομένους τὸ ἀντίξοον . δὲ Πυθίη σφι , ὡς αὐτοὶ Κνίδιοι λέγουσι , χρᾷ ἐν τριμέτρῳ τόνῳ τάδε . ʹ Ἰσθμὸν δὲ μὴ πυργοῦτε μηδ’ ὀρύσσετε · | Ζεὺς γάρ κ’ ἔθηκε νῆσον , εἴ κ’ ἐβούλετο . ʹ Κνίδιοι μὲν ταῦτα τῆς Πυθίης χρησάσης τοῦ τε ὀρύγματος ἐπαύσαντο καὶ Ἁρπάγῳ ἐπιόντι σὺν τῷ στρατῷ ἀμαχητὶ σφέας αὐτοὺς παρέδοσαν .
1.175 ἦσαν δὲ Πηδασέες οἰκέοντες ὑπὲρ Ἁλικαρνησσοῦ μεσόγαιαν · τοῖσι ὅκως τι μέλλοι ἀνεπιτήδεον ἔσεσθαι , αὐτοῖσί τε καὶ τοῖσι περιοίκοισι , ἱρείη τῆς Ἀθηναίης πώγωνα μέγαν ἴσχε . τρὶς σφι τοῦτο ἐγένετο . οὗτοι τῶν περὶ Καρίην ἀνδρῶν μοῦνοί τε ἀντέσχον χρόνον Ἁρπάγῳ καὶ πρήγματα παρέσχον πλεῖστα , ὄρος τειχίσαντες τῷ οὔνομα ἐστὶ Λίδη .