1.173 ἕως μὲν δὴ αὐτῶν Σαρπηδὼν ἦρχε , οἳ δὲ ἐκαλέοντο τό πέρ τε ἠνείκαντο οὔνομα καὶ νυν ἔτι καλέονται ὑπὸ τῶν περιοίκων οἱ Λύκιοι Τερμίλαι · ὡς δὲ ἐξ Ἀθηνέων Λύκος Πανδίονος , ἐξελασθεὶς καὶ οὗτος ὑπὸ τοῦ ἀδελφεοῦ Αἰγέος , ἀπίκετο ἐς τοὺς Τερμίλας παρὰ Σαρπηδόνα , οὕτω δὴ κατὰ τοῦ Λύκου τὴν ἐπωνυμίην Λύκιοι ἀνὰ χρόνον ἐκλήθησαν . νόμοισι δὲ τὰ μὲν Κρητικοῖσι τὰ δὲ Καρικοῖσι χρέωνται . ἓν δὲ τόδε ἴδιον νενομίκασι καὶ οὐδαμοῖσι ἄλλοισι συμφέρονται ἀνθρώπων · καλέουσι ἀπὸ τῶν μητέρων ἑωυτοὺς καὶ οὐκὶ ἀπὸ τῶν πατέρων · εἰρομένου δὲ ἑτέρου τὸν πλησίον τίς εἴη , καταλέξει ἑωυτὸν μητρόθεν καὶ τῆς μητρὸς ἀνανεμέεται τὰς μητέρας . καὶ ἢν μέν γε γυνὴ ἀστὴ δούλῳ συνοικήσῃ , γενναῖα τὰ τέκνα νενόμισται · ἢν δὲ ἀνὴρ ἀστὸς καὶ πρῶτος αὐτῶν γυναῖκα ξείνην παλλακὴν ἔχῃ , ἄτιμα τὰ τέκνα γίνεται .
1.174 οἱ μέν νυν Κᾶρες οὐδὲν λαμπρὸν ἔργον ἀποδεξάμενοι ἐδουλώθησαν ὑπὸ Ἁρπάγου , οὔτε αὐτοὶ οἱ Κᾶρες ἀποδεξάμενοι οὐδέν , οὔτε ὅσοι Ἑλλήνων ταύτην τὴν χώρην οἰκέουσι · οἰκέουσι δὲ καὶ ἄλλοι καὶ Λακεδαιμονίων ἄποικοι Κνίδιοι . οἳ τῆς χώρης τῆς σφετέρης τετραμμένης ἐς πόντον , τὸ δὴ Τριόπιον καλέεται , ἀργμένης δὲ ἐκ τῆς Χερσονήσου τῆς Βυβασσίης , ἐούσης τε πάσης τῆς Κνιδίης πλὴν ὀλίγης περιρρόου