1.176 Πηδασέες μέν νυν χρόνῳ ἐξαιρέθησαν . Λύκιοι δέ , ὡς ἐς τὸ Ξάνθιον πεδίον ἤλασε Ἅρπαγος τὸν στρατόν , ἐπεξιόντες καὶ μαχόμενοι ὀλίγοι πρὸς πολλοὺς ἀρετᾶς ἀπεδείκνυντο , ἑσσωθέντες δὲ καὶ κατειληθέντες ἐς τὸ ἄστυ συνήλισαν ἐς τὴν ἀκρόπολιν τάς τε γυναῖκας καὶ τὰ τέκνα καὶ τὰ χρήματα καὶ τοὺς οἰκέτας , καὶ ἔπειτα ὑπῆψαν τὴν ἀκρόπολιν πᾶσαν ταύτην καίεσθαι . ταῦτα δὲ ποιήσαντες καὶ συνομόσαντες ὅρκους δεινούς , ἐπεξελθόντες ἀπέθανον πάντες Ξάνθιοι μαχόμενοι . τῶν δὲ νῦν Λυκίων φαμένων Ξανθίων εἶναι οἱ πολλοί , πλὴν ὀγδώκοντα ἱστιέων , εἰσὶ ἐπήλυδες · αἱ δὲ ὀγδώκοντα ἱστίαι αὗται ἔτυχον τηνικαῦτα ἐκδημέουσι καὶ οὕτω περιεγένοντο . τὴν μὲν δὴ Ξάνθον οὕτω ἔσχε Ἅρπαγος , παραπλησίως δὲ καὶ τὴν Καῦνον ἔσχε · καὶ γὰρ οἱ Καύνιοι τοὺς Λυκίους ἐμιμήσαντο τὰ πλέω .
1.177 τὰ μέν νυν κάτω τῆς Ἀσίης Ἅρπαγος ἀνάστατα ἐποίεε , τὰ δὲ ἄνω αὐτῆς αὐτὸς Κῦρος , πᾶν ἔθνος καταστρεφόμενος καὶ οὐδὲν παριείς . τὰ μέν νυν αὐτῶν πλέω παρήσομεν · τὰ δὲ οἱ παρέσχε τε πόνον πλεῖστον καὶ ἀξιαπηγητότατα ἐστί , τούτων ἐπιμνήσομαι .
1.178 Κῦρος ἐπείτε τὰ πάντα τῆς ἠπείρου ὑποχείρια ἐποιήσατο , Ἀσσυρίοισι ἐπετίθετο . τῆς δὲ Ἀσσυρίης ἐστὶ μὲν κου καὶ ἄλλα πολίσματα μεγάλα πολλά , τὸ δὲ ὀνομαστότατον καὶ ἰσχυρότατον καὶ ἔνθα σφι Νίνου ἀναστάτου γενομένης τὰ βασιλήια κατεστήκεε , ἦν Βαβυλών , ἐοῦσα τοιαύτη δή τις πόλις .