1.171 ἀποδείκνῦσι δὲ ἐν Μυλάσοισι Διὸς Καρίου ἱρὸν ἀρχαῖον , τοῦ Μυσοῖσι μὲν καὶ Λυδοῖσι μέτεστι ὡς κασιγνήτοισι ἐοῦσι τοῖσι Καρσί · τὸν γὰρ Λυδὸν καὶ τὸν Μυσὸν λέγουσι εἶναι Καρὸς ἀδελφεούς . τούτοισι μὲν δὴ μέτεστι , ὅσοι δὲ ἐόντες ἄλλου ἔθνεος ὁμόγλωσσοι τοῖσι Καρσὶ ἐγένοντο , τούτοισι δὲ οὐ μέτα .
1.172 οἱ δὲ Καύνιοι αὐτόχθονες δοκέειν ἐμοὶ εἰσί , αὐτοὶ μέντοι ἐκ Κρήτης φασὶ εἶναι . προσκεχωρήκασι δὲ γλῶσσαν μὲν πρὸς τὸ Καρικὸν ἔθνος , οἱ Κᾶρες πρὸς τὸ Καυνικόν ʹτοῦτο γὰρ οὐκ ἔχω ἀτρεκέως διακρῖναἰ , νόμοισι δὲ χρέωνται κεχωρισμένοισι πολλὸν τῶν τε ἄλλων ἀνθρώπων καὶ Καρῶν . τοῖσι γὰρ κάλλιστον ἐστὶ κατ’ ἡλικίην τε καὶ φιλότητα εἰλαδὸν συγγίνεσθαι ἐς πόσιν , καὶ ἀνδράσι καὶ γυναιξὶ καὶ παισί . ἱδρυθέντων δέ σφι ἱρῶν ξεινικῶν , μετέπειτα ὥς σφι ἀπέδοξε , ἔδοξέ δὲ τοῖσι πατρίοισι μοῦνον , χέασθαι θεοῖσι , ἐνδύντες τὰ ὅπλα ἅπαντες Καύνιοι ἡβηδόν , τύπτοντες δόρασι τὸν ἠέρα , μέχρι οὔρων τῶν Καλυνδικῶν εἵποντο , καὶ ἔφασαν ἐκβάλλειν τοὺς ξεινικοὺς θεούς .
1.173 καὶ οὗτοι μὲν τρόποισι τοιούτοισι χρέωνται , οἱ δὲ Λύκιοι ἐκ Κρήτης τὠρχαῖον γεγόνασι ʹτὴν γὰρ Κρήτην εἶχον τὸ παλαιὸν πᾶσαν βάρβαροἰ · διενειχθέντων δὲ ἐν Κρήτῃ περὶ τῆς βασιληίης τῶν Εὐρώπης παίδων Σαρπηδόνος τε καὶ Μίνω , ὡς ἐπεκράτησε τῇ στάσι Μίνως , ἐξήλασε αὐτόν τε Σαρπηδόνα καὶ τοὺς στασιώτας αὐτοῦ , οἳ δὲ ἀπωσθέντες ἀπίκοντο τῆς Ἀσίης ἐς γῆν τὴν Μιλυάδα · τὴν γὰρ νῦν Λύκιοι νέμονται , αὕτη τὸ παλαιὸν ἦν Μιλυάς , οἱ δὲ Μιλύαι τότε Σόλυμοι ἐκαλέοντο .