1.167 τῶν δὲ διαφθαρεισέων νεῶν τοὺς ἄνδρας οἱ τε Καρχηδόνιοι καὶ οἱ Τυρσηνοὶ [ διέλαχον , τῶν δὲ Τυρσηνῶν οἱ Ἀγυλλαῖοι ] ἔλαχόν τε αὐτῶν πολλῷ πλείστους καὶ τούτους ἐξαγαγόντες κατέλευσαν . μετὰ δὲ Ἀγυλλαίοισι πάντα τὰ παριόντα τὸν χῶρον , ἐν τῶ οἱ Φωκαιέες καταλευσθέντες ἐκέατο , ἐγίνετο διάστροφα καὶ ἔμπηρα καὶ ἀπόπληκτα , ὁμοίως πρόβατα καὶ ὑποζύγια καὶ ἄνθρωποι . οἱ δὲ Ἀγυλλαῖοι ἐς Δελφοὺς ἔπεμπον βουλόμενοι ἀκέσασθαι τὴν ἁμαρτάδα . δὲ Πυθίη σφέας ἐκέλευσε ποιέειν τὰ καὶ νῦν οἱ Ἀγυλλαῖοι ἔτι ἐπιτελέουσι · καὶ γὰρ ἐναγίζουσί σφι μεγάλως καὶ ἀγῶνα γυμνικὸν καὶ ἱππικὸν ἐπιστᾶσι . καὶ οὗτοι μὲν τῶν Φωκαιέων τοιούτῳ μόρῳ διεχρήσαντο , οἱ δὲ αὐτῶν ἐς τὸ Ῥήγιον καταφυγόντες ἐνθεῦτεν ὁρμώμενοι ἐκτήσαντο πόλιν γῆς τῆς Οἰνωτπίης ταύτην ἥτις νῦν Ὑέλη καλέεται · ἔκτισαν δὲ ταύτην πρὸς ἀνδρὸς Ποσειδωνιήτεω μαθόντες ὡς τὸν Κύρνον σφι Πυθίη ἔχρησε κτίσαι ἥρων ἐόντα , ἀλλ’ οὐ τὴν νῆσον .
1.168 Φωκαίης μέν νυν πέρι τῆς ἐν Ἰωνίῃ οὕτω ἔσχε παραπλήσια δὲ τούτοισι καὶ Τήιοι ἐποίησαν . ἐπείτε γὰρ σφέων εἷλε χώματι τὸ τεῖχος Ἅρπαγος , ἐσβάντες πάντες ἐς τὰ πλοῖα οἴχοντο πλέοντες ἐπὶ τῆς Θρηίκης , καὶ ἐνθαῦτα ἔκτισαν πόλιν Ἄβδηρα , τὴν πρότερος τούτων Κλαζομένιος Τιμήσιος κτίσας οὐκ ἀπόνητο , ἀλλ’ ὑπὸ Θρηίκων ἐξελασθεὶς τιμὰς νῦν ὑπὸ Τηίων τῶν ἐν Ἀβδήροισι ὡς ἥρως ἔχει .