1.165 πρὸς δὲ ταύτῃσι καὶ μύδρον σιδήρεον κατεπόντωσαν καὶ ὤμοσαν μὴ πρὶν ἐς Φωκαίην ἥξειν πρὶν τὸν μύδρον τοῦτον ἀναφανῆναι . στελλομένων δὲ αὐτῶν ἐπὶ τὴν Κύρνον , ὑπερημίσεας τῶν ἀστῶν ἔλαβε πόθος τε καὶ οἶκτος τῆς πόλιος καὶ τῶν ἠθέων τῆς χώρης , ψευδόρκιοι δὲ γενόμενοι ἀπέπλεον ὀπίσω ἐς τὴν Φωκαίην . οἳ δὲ αὐτῶν τὸ ὅρκιον ἐφύλασσον , ἀερθέντες ἐκ τῶν Οἰνουσσέων ἔπλεον .
1.166 ἐπείτε δὲ ἐς τὴν Κύρνον ἀπίκοντο , οἴκεον κοινῇ μετὰ τῶν πρότερον ἀπικομένων ἐπ’ ἔτεα πέντε , καὶ ἱρὰ ἐνιδρύσαντο . καὶ ἦγον γὰρ δὴ καὶ ἔφερον τοὺς περιοίκους ἅπαντας , στρατεύονται ὦν ἐπ’ αὐτοὺς κοινῷ λόγω χρησάμενοι Τυρσηνοὶ καὶ Καρχηδόνιοι , νηυσὶ ἑκάτεροι ἑξήκόντα . οἱ δὲ Φωκαιέες πληρώσαντες καὶ αὐτοὶ τὰ πλοῖα , ἐόντα ἀριθμὸν ἑξήκοντα , ἀντίαζον ἐς τὸ Σαρδόνιον καλεόμενον πέλαγος . συμμισγόντων δὲ τῇ ναυμαχίῃ Καδμείη τις νίκη τοῖσι Φωκαιεῦσι ἐγένετο · αἱ μὲν γὰρ τεσσεράκοντά σφι νέες διεφθάρησαν , αἱ δὲ εἴκοσι αἱ περιεοῦσαι ἦσαν ἄχρηστοι · ἀπεστράφατο γὰρ τοὺς ἐμβόλους . καταπλώσαντες δὲ ἐς τὴν Ἀλαλίην ἀνέλαβον τὰ τέκνα καὶ τὰς γυναῖκας καὶ τὴν ἄλλην κτῆσιν ὅσην οἷαι τε ἐγίνοντο αἱ νέες σφι ἄγειν , καὶ ἔπειτα ἀπέντες τὴν Κύρνον ἔπλεον ἐς Ῥήγιον .