1.169 οὗτοὶ μέν νυν Ἰώνων μοῦνοι τὴν δουλοσύνην οὐκ ἀνεχόμενοι ἐξέλιπον τὰς πατρίδας · οἱ δ’ ἄλλοι Ἴωνες πλὴν Μιλησίων διὰ μάχης μὲν ἀπίκοντο Ἁρπάγῳ κατά περ οἱ ἐκλιπόντες , καὶ ἄνδρες ἐγένοντο ἀγαθοὶ περὶ τῆς ἑωυτοῦ ἕκαστος μαχόμενοι , ἑσσωθέντες δὲ καὶ ἁλόντες ἔμενον κατὰ χώρην ἕκαστοι καὶ τὰ ἐπιτασσόμενα ἐπετέλεον . Μιλήσιοι δέ , ὡς καὶ πρότερόν μοι ἔρηται , αὐτῷ Κύρῳ ὅρκιον ποιησάμενοι ἡσυχίην ἦγον . οὕτω δὴ τὸ δεύτερον Ἰωνίη ἐδεδούλωτο . ὡς δὲ τοὺς ἐν τῇ ἠπείρῳ Ἴωνας ἐχειρώσατο Ἅρπαγος , οἱ τὰς νήσους ἔχοντες Ἴωνες καταρρωδήσαντες ταῦτα σφέας αὐτοὺς ἔδοσαν Κύρῳ .
1.170 κεκακωμένων δὲ Ἰώνων καὶ συλλεγομένων οὐδὲν ἧσσον ἐς τὸ Πανιώνιον , πυνθάνομαι γνώμην Βίαντα ἄνδρα Πριηνέα ἀποδέξασθαι Ἴωσι χρησιμωτάτην , τῇ εἰ ἐπείθοντο , παρεῖχε ἂν σφι εὐδαιμονέειν Ἑλλήνων μάλιστα · ὃς ἐκέλευε κοινῷ στόλῳ Ἴωνας ἀερθέντας πλέειν ἐς Σαρδὼ καὶ ἔπειτα πόλιν μίαν κτίζειν πάντων Ἰώνων , καὶ οὕτω ἀπαλλαχθέντας σφέας δουλοσύνης εὐδαιμονήσειν , νήσων τε ἁπασέων μεγίστην νεμομένους καὶ ἄρχοντας ἄλλων · μένουσι δέ σφι ἐν τῇ Ἰωνίῃ οὐκ ἔφη ἐνορᾶν ἐλευθερίην ἔτι ἐσομένην . αὕτη μὲν Βίαντος τοῦ Πριηνέος γνώμη ἐπὶ διεφθαρμένοισι Ἴωσι γενομένη , χρηστὴ δὲ καὶ πρὶν διαφθαρῆναι Ἰωνίην Θάλεω ἀνδρὸς Μιλησίου ἐγένετο , τὸ ἀνέκαθεν γένος ἐόντος Φοίνικος , ὃς ἐκέλευε ἓν βουλευτήριον Ἴωνας ἐκτῆσθαι , τὸ δὲ εἶναι ἐν Τέῳ ʹΤέων γὰρ μέσον εἶναι Ἰωνίησ̓ , τὰς δὲ ἄλλας πόλιας οἰκεομένας μηδὲν ἧσσον νομίζεσθαι κατά περ ἐς δῆμοι εἶεν · οὗτοι μὲν δή σφι γνώμας τοιάσδε ἀπεδέξαντο .