1.164 ἐν δὲ βουλεύονται αὐτοί , ἀπαγαγεῖν ἐκεῖνον ἐκέλευον τὴν στρατιὴν ἀπὸ τοῦ τείχεος . δ’ Ἅρπαγος ἔφη εἰδέναι μὲν εὖ τὰ ἐκεῖνοι μέλλοιεν ποιέειν , ὅμως δὲ σφι παριέναι βουλεύσασθαι . ἐν ὦν Ἅρπαγος ἀπὸ τοῦ τείχεος ἀπήγαγε τὴν , στρατιήν , οἱ Φωκαιέες ἐν τούτῳ κατασπάσαντες τὰς πεντηκοντέρους , ἐσθέμενοι τέκνα καὶ γυναῖκας καὶ ἔπιπλα πάντα , πρὸς δὲ καὶ τὰ ἀγάλματα τὰ ἐν τῶν ἱρῶν καὶ τὰ ἄλλα ἀναθήματα , χωρὶς τι χαλκὸς λίθος γραφὴ ἦν , τὰ δὲ ἄλλα πάντα ἐσθέντες καὶ αὐτοὶ εἰσβάντες ἔπλεον ἐπὶ Χίου . τὴν δὲ Φωκαίην ἐρημωθεῖσαν ἀνδρῶν ἔσχον οἱ Πέρσαι .
1.165 οἱ δὲ Φωκαιέες , ἐπείτε σφι Χῖοι τὰς νήσους τὰς Οἰνούσσας καλεομένας οὐκ ἐβούλοντο ὠνευμένοισι πωλέειν , δειμαίνοντες μὴ αἳ μὲν ἐμπόριον γένωνται , δὲ αὐτῶν νῆσος ἀποκληισθῇ τούτου εἵνεκα , πρὸς ταῦτα οἱ Φωκαίες ἐστέλλοντο ἐς Κύρνον · ἐν γὰρ τῇ Κύρνῳ εἴκοσι ἔτεσι πρότερον τούτων ἐκ θεοπροπίου ἀνεστήσαντο πόλιν , τῇ οὔνομα ἦν Ἀλαλίη . Ἀργανθώνιος δὲ τηνικαῦτα ἤδη τετελευτήκεε . στελλόμενοι δὲ ἐπὶ τὴν Κύρνον , πρῶτα καταπλεύσαντες ἐς τὴν Φωκαίην κατεφόνευσαν τῶν Περσέων τὴν φυλακήν , ἐφρούρεε παραδεξαμένη παρὰ Ἁρπάγου τὴν πόλιν . μετὰ δέ , ὡς τοῦτο σφι ἐξέργαστο , ἐποιήσαντο ἰσχυρὰς κατάρας τῷ ὑπολειπομένῳ ἑωυτῶν τοῦ στόλου ,