1.163 ἐναυτίλλοντο δὲ οὐ στρογγύλῃσι νηυσὶ ἀλλὰ πεντηκοντέροισι . ἀπικόμενοι δὲ ἐς τὸν Ταρτησσὸν προσφιλέες ἐγένοντο τῷ βασιλέι τῶν Ταρτησσίων , τῷ οὔνομα μὲν ἦν , Ἀργανθώνιος , ἐτυράννευσε δὲ Ταρτησσοῦ ὀγδώκοντα ἔτεα , ἐβίωσε δὲ πάντα εἴκοσι καὶ ἑκατόν . τούτῳ δὴ τῷ ἀνδρὶ προσφιλέες οἱ Φωκαιέες οὕτω δή τι ἐγένοντο ὡς τὰ μὲν πρῶτα σφέας ἐκλιπόντας Ἰωνίην ἐκέλευε τῆς ἑωυτοῦ χώρης οἰκῆσαι ὅκου βούλονται · μετὰ δέ , ὡς τοῦτό γε οὐκ ἔπειθε τοὺς Φωκαιέας , δὲ πυθόμενος τὸν Μῆδον παρ’ αὐτῶν ὡς αὔξοιτο , ἐδίδου σφι χρήματα τεῖχος περιβαλέσθαι τὴν πόλιν , ἐδίδου δὲ ἀφειδέως · καὶ γὰρ καὶ περίοδος τοῦ τείχεος οὐκ ὀλίγοι στάδιοι εἰσί , τοῦτο δὲ πᾶν λίθων μεγάλων καὶ εὖ συναρμοσμένων .
1.164 τὸ μὲν δὴ τεῖχος τοῖσι Φωκαιεῦσι τρόπῳ τοιῶδε ἐξεποιήθη . δὲ Ἅρπαγος ὡς ἐπήλασε τὴν στρατιήν , ἐπολιόρκεε αὐτούς , προισχόμενος ἔπεα ὥς οἱ καταχρᾷ εἰ βούλονται Φωκαιέες προμαχεῶνα ἕνα μοῦνον τοῦ τείχεος ἐρεῖψαι καὶ οἴκημα ἓν κατιρῶσαι . οἱ δὲ Φωκαιέες περιημεκτέοντες τῇ δουλοσύνη ἔφασαν θέλειν βουλεύσασθαι ἡμέρην μίαν καὶ ἔπειτα ὑποκρινέεσθαι ·