1.160 Κυμαῖοι γὰρ ὡς ἔμαθον ταῦτα πρησσόμενα ἐκ τῶν Μυτιληναίων , πέμψαντες πλοῖον ἐς Λέσβον ἐκκομίζουσι Πακτύην ἐς Χίον . ἐνθεῦτεν δὲ ἐξ ἱροῦ Ἀθηναίης πολιούχου ἀποσπασθεὶς ὑπὸ Χίων ἐξεδόθη · ἐξέδοσαν δὲ οἱ Χῖοι ἐπὶ τῷ Ἀταρνέι μισθῷ · τοῦ δὲ Ἀταρνέος τούτου ἐστὶ χῶρος τῆς Μυσίης , Λέσβου ἀντίος . Πακτύην μέν νυν παραδεξάμενοι οἱ Πέρσαι εἶχον ἐν φυλακῇ , θέλοντες Κύρῳ ἀποδέξαι . ἦν δὲ χρόνος οὗτος οὐκ ὀλίγος γινόμενος , ὅτε Χίων οὐδεὶς ἐκ τοῦ Ἀταρνέος τούτου οὔτε οὐλὰς κριθέων πρόχυσιν ἐποιέετο θεῶν οὐδενὶ οὔτε πέμματα ἐπέσσετο καρποῦ τοῦ ἐνθεῦτεν , ἀπείχετο τε τῶν πάντων ἱρῶν τὰ πάντα ἐκ τῆς χώρης ταύτης γινόμενα .
1.161 Χῖοι μέν νυν Πακτύην ἐξέδοσαν . Μαζάρης δὲ μετὰ ταῦτα ἐστρατεύετο ἐπὶ τοὺς συμπολιορκήσαντας Τάβαλον , καὶ τοῦτο μὲν Πριηνέας ἐξηνδραποδίσατο , τοῦτο δὲ Μαιάνδρου πεδίον πᾶν ἐπέδραμε ληίην ποιεύμενος τῷ στρατῷ , Μαγνησίην τε ὡσαύτως . μετὰ δὲ ταῦτα αὐτίκα νούσῳ τελευτᾷ .
1.162 ἀποθανόντος δὲ τούτου , Ἅρπαγος κατέβη διάδοχος τῆς στρατηγίης , γένος καὶ αὐτὸς ἐὼν Μῆδος , τὸν Μήδων βασιλεὺς Ἀστυάγης ἀνόμῳ τραπέζῃ ἔδαισε , τῷ Κύρῳ τὴν βασιληίην συγκατεργασάμενος . οὗτος ὡνὴρ τότε ὑπὸ Κύρου στρατηγὸς ἀποδεχθεὶς ὡς ἀπίκετο ἐς τὴν Ἰωνίην , αἵρεε τὰς πόλιας χώμασι · ὅκως γὰρ τειχήρεας ποιήσειε , τὸ ἐνθεῦτεν χώματα χῶν πρὸς τὰ τείχεα ἐπόρθεε .
1.163 πρώτῃ δὲ Φωκαίῃ Ἰωνίης ἐπεχείρησε . οἱ δὲ Φωκαιέες οὗτοι ναυτιλίῃσι μακρῇσι πρῶτοι Ἑλλήνων ἐχρήσαντο , καὶ τὸν τε Ἀδρίην καὶ τὴν Τυρσηνίην καὶ τὴν Ἰβηρίην καὶ τὸν Ταρτησσὸν οὗτοι εἰσὶ οἱ καταδέξαντες ·