1.159 ἀπικομένων δὲ ἐς Βραγχίδας ἐχρηστηριάζετο ἐκ πάντων Ἀριστόδικος ἐπειρωτῶν τάδε . ʹ ὦναξ , ἦλθε παρ’ ἡμέας ἱκέτης Πακτύης Λυδός , φεύγων θάνατον βίαιον πρὸς Περσέων · οἳ δέ μιν ἐξαιτέονται , προεῖναι Κυμαίους κελεύοντες . ἡμεῖς δὲ δειμαίνοντες τὴν Περσέων δύναμιν τὸν ἱκέτην ἐς τόδε οὐ τετολμήκαμεν ἐκδιδόναι , πρὶν ἂν τὸ ἀπὸ σεῦ ἡμῖν δηλωθῇ ἀτρεκέως ὁκότερα ποιέωμεν . ʹ μὲν ταῦτα ἐπειρώτα , δ’ αὖτις τὸν αὐτόν σφι χρησμὸν ἔφαινε , κελεύων ἐκδιδόναι Πακτύην Πέρσῃσι . πρὸς ταῦτα Ἀριστόδικος ἐκ προνοίης ἐποίεε τάδε · περιιὼν τὸν νηὸν κύκλῳ ἐξαίρεε τοὺς στρουθοὺς καὶ ἄλλα ὅσα ἦν νενοσσευμένα ὀρνίθων γένεα ἐν τῷ νηῷ . ποιέοντος δὲ αὐτοῦ ταῦτα λέγεται φωνὴν ἐκ τοῦ ἀδύτου γενέσθαι φέρουσαν μὲν πρὸς τὸν Ἀριστόδικον , λέγουσαν δὲ τάδε ʹ ἀνοσιώτατε ἀνθρώπων , τί τάδε τολμᾷς ποιέειν ; τοὺς ἱκέτας μου ἐκ τοῦ νηοῦ κεραΐζεις ; ʹ Ἀριστόδικον δὲ οὐκ ἀπορήσαντα πρὸς ταῦτα εἰπεῖν ʹ ὦναξ , αὐτὸς μὲν οὕτω τοῖσι ἱκέτῃσι βοηθέεις , Κυμαίους δὲ κελεύεις τὸν ἱκέτην ἐκδιδόναι ; ʹ τὸν δὲ αὖτις ἀμείψασθαι τοῖσιδε ʹ ναὶ κελεύω , ἵνα γε ἀσεβήσαντες θᾶσσον ἀπόλησθε , ὡς μὴ τὸ λοιπὸν περὶ ἱκετέων ἐκδόσιος ἔλθητε ἐπὶ τὸ χρηστήριον . ʹ
1.160 ταῦτα ὡς ἀπενειχθέντα ἤκουσαν οἱ Κυμαῖοι , οὐ βουλόμενοι οὔτε ἐκδόντες ἀπολέσθαι οὔτε παρ’ ἑωυτοῖσι ἔχοντες πολιορκέεσθαι , ἐκπέμπουσι αὐτὸν ἐς Μυτιλήνην . οἱ δὲ Μυτιληναῖοι ἐπιπέμποντος τοῦ Μαζάρεος ἀγγελίας ἐκδιδόναι τὸν Πακτύην παρεσκευάζοντο ἐπὶ μισθῷ ὅσῳ δή · οὐ γὰρ ἔχω τοῦτό γε εἰπεῖν ἀτρεκέως · οὐ γὰρ ἐτελεώθη .