1.153 μετὰ ταῦτα ἐπιτρέψας τὰς μὲν Σάρδις Ταβάλῳ ἀνδρὶ Πέρσῃ , τὸν δὲ χρυσὸν τόν τε Κροίσου καὶ τὸν τῶν ἄλλων Λυδῶν Πακτύῃ ἀνδρὶ Λυδῷ κομίζειν , ἀπήλαυνε αὐτὸς ἐς Ἀγβάτανα , Κροῖσόν τε ἅμα ἀγόμενος καὶ τοὺς Ἴωνας ἐν οὐδενὶ λόγῳ ποιησάμενος τὴν πρώτην εἶναι . τε γὰρ Βαβυλών οἱ ἦν ἐμπόδιος καὶ τὸ Βάκτριον ἔθνος καὶ Σάκαι τε καὶ Αἰγύπτιοι , ἐπ’ οὓς ἐπεῖχέ τε στρατηλατέειν αὐτός , ἐπὶ δὲ Ἴωνας ἄλλον πέμπειν στρατηγόν .
1.154 ὡς δὲ ἀπήλασε Κῦρος ἐκ τῶν Σαρδίων , τοὺς Λυδοὺς ἀπέστησε Πακτύης ἀπό τε Ταβάλου καὶ Κύρου , καταβὰς δὲ ἐπὶ θάλασσαν , ἅτε τὸν χρυσὸν ἔχων πάντα τὸν ἐκ τῶν Σαρδίων , ἐπικούρους τε ἐμισθοῦτο καὶ τοὺς ἐπιθαλασσίους ἀνθρώπους ἔπειθε σὺν ἑωυτῷ στρατεύεσθαι . ἐλάσας δὲ ἐπὶ τὰς Σάρδις ἐπολιόρκεε Τάβαλον ἀπεργμένον ἐν τῇ ἀκροπόλι .
1.155 πυθόμενος δὲ κατ’ ὁδὸν ταῦτα Κῦρος εἶπε πρὸς Κροῖσον τάδε . ʹ Κροῖσε , τί ἔσται τέλος τῶν γινομένων τούτων ἐμοί ; οὐ παύσονται Λυδοί , ὡς οἴκασι , πρήγμάτα παρέχοντες καὶ αὐτοὶ ἔχοντες . φροντίζω μὴ ἄριστον ἐξανδραποδίσασθαι σφέας . ὁμοίως γὰρ μοι νῦν γε φαίνομαι πεποιηκέναι ὡς εἴ τις πατέρα ἀποκτείνας τῶν παίδων αὐτοῦ φείσατο · ὡς δὲ καὶ ἐγὼ Λυδῶν τὸν μὲν πλέον τι πατέρα ἐόντα σὲ λαβὼν ἄγω , αὐτοῖσι δὲ Λυδοῖσι τὴν πόλιν παρέδωκα , καὶ ἔπειτα θωμάζω εἰ μοι ἀπεστᾶσι . ʹ μὲν δὴ τά περ ἐνόεε ἔλεγε , δ’ ἀμείβετο τοῖσιδε , δείσας μὴ ἀναστάτους ποιήσῃ τὰς Σάρδις .