1.155 ʹ βασιλεῦ , τὰ μὲν οἰκότα εἴρηκας , σὺ μέντοι μὴ πάντα θυμῷ χρέο , μηδὲ πόλιν ἀρχαίην ἐξαναστήσῃς ἀναμάρτητον ἐοῦσαν καὶ τῶν πρότερον καὶ τῶν νῦν ἑστεώτων . τὰ μὲν γὰρ πρότερον ἐγώ τε ἔπρηξα καὶ ἐγὼ κεφαλῇ ἀναμάξας φέρω · τὰ δὲ νῦν παρεόντα Πακτύης γὰρ ἐστὶ ἀδικέων , τῷ σὺ ἐπέτρεψας Σάρδις , οὗτος δότω τοι δίκην . Λυδοῖσι δὲ συγγνώμην ἔχων τάδε αὐτοῖσι ἐπίταξον , ὡς μήτε ἀποστέωσι μήτε δεινοί τοι ἔωσι · ἄπειπε μέν σφι πέμψας ὅπλα ἀρήια μὴ ἐκτῆσθαι , κέλευε δὲ σφέας κιθῶνάς τε ὑποδύνειν τοῖσι εἵμασι καὶ κοθόρνους ὑποδέεσθαι , πρόειπε δ’ αὐτοῖσι κιθαρίζειν τε καὶ ψάλλειν καὶ καπηλεύειν παιδεύειν τοὺς παῖδας . καὶ ταχέως σφέας βασιλεῦ γυναῖκας ἀντ’ ἀνδρῶν ὄψεαι γεγονότας , ὥστε οὐδὲν δεινοί τοι ἔσονται μὴ ἀποστέωσι . ʹ
1.156 Κροῖσος μὲν δὴ ταῦτά οἱ ὑπετίθετο , αἱρετώτερα ταῦτα εὑρίσκων Λυδοῖσι ἀνδραποδισθέντας πρηθῆναι σφέας , ἐπιστάμενος ὅτι ἢν μὴ ἀξιόχρεον πρόφασιν προτείνῃ , οὐκ ἀναπείσει μιν μεταβουλεύσασθαι , ἀρρωδέων δὲ μὴ καὶ ὕστερον κοτὲ οἱ Λυδοί , ἢν τὸ παρεὸν ὑπεκδράμωσι , ἀποστάντες ἀπὸ τῶν Περσέων ἀπόλωνται . Κῦρος δὲ ἡσθεὶς τῇ ὑποθήκῃ καὶ ὑπεὶς τῆς ὀργῆς ἔφη οἱ πείθεσθαι . καλέσας δὲ Μαζάρεα ἄνδρα Μῆδον , ταῦτά τέ οἱ ἐνετείλατο προειπεῖν Λυδοῖσι τὰ Κροῖσος ὑπετίθετο , καὶ πρὸς ἐξανδραποδίσασθαι τοὺς ἄλλους πάντας οἳ μετὰ Λυδῶν ἐπὶ Σάρδις ἐστρατεύσαντο , αὐτὸν δὲ Πακτύην πάντως ζῶντα ἀγαγεῖν παρ’ ἑωυτόν .