1.152 ὡς δὲ ἀπίκοντο ἐς τὴν Σπάρτην τῶν Ἰώνων καὶ Αἰολέων οἱ ἄγγελοι ʹκατὰ γὰρ δὴ τάχος ἦν ταῦτα πρησσόμενἀ , εἵλοντο πρὸ πάντων λέγειν τὸν Φωκαέα , τῷ οὔνομα ἦν Πύθερμος . δὲ πορφύρεόν τε εἷμα περιβαλόμενος , ὡς ἂν πυνθανόμενοι πλεῖστοι συνέλθοιεν Σπαρτιητέων , καὶ καταστὰς ἔλεγε πολλὰ τιμωρέειν ἑωυτοῖσι χρηίζων . Λακεδαιμόνιοι δὲ οὔ κως ἐσήκουον , ἀλλ’ ἀπέδοξέ σφι μὴ τιμωρέειν Ἴωσι . οἳ μὲν δὴ ἀπαλλάσσοντο , Λακεδαιμόνιοι δὲ ἀπωσάμενοι τῶν Ἰώνων τοὺς ἀγγέλους ὅμως ἀπέστειλαν πεντηκοντέρῳ ἄνδρας , ὡς μὲν ἐμοὶ δοκέει , κατασκόπους τῶν τε Κύρου πρηγμάτων καὶ Ἰωνίης . ἀπικόμενοι δὲ οὗτοι ἐς Φώκαιαν ἔπεμπον ἐς Σάρδις σφέων αὐτῶν τὸν δοκιμώτατον , τῷ οὔνομα ἦν Λακρίνης , ἀπερέοντα Κύρῳ Λακεδαιμονίων ῥῆσιν , γῆς τῆς Ἑλλάδος μηδεμίαν πόλιν σιναμωρέειν , ὡς αὐτῶν οὐ περιοψομένων .
1.153 ταῦτα εἰπόντος τοῦ κήρυκος , λέγεται Κῦρον ἐπειρέσθαι τοὺς παρεόντας οἱ Ἑλλήνων τινες ἐόντες ἄνθρωποι Λακεδαιμόνιοι καὶ κόσοι πλῆθος ταῦτα ἑωυτῷ προαγορεύουσι · πυνθανόμενον δέ μιν εἰπεῖν ἄνθρωποι Λακεδαιμόνιοι καὶ κόσοι ʹ οὐκ ἔδεισά κω ἄνδρας τοιούτους , τοῖσι ἐστι χῶρος ἐν μέση τῇ πόλι ἀποδεδεγμένος ἐς τὸν συλλεγόμενοι ἀλλήλους ὀμνύντες ἐξαπατῶσι · τοῖσι , ἢν ἐγὼ ὑγιαίνω , οὐ τὰ Ἰώνων πάθεα ἔσται ἔλλεσχα ἀλλὰ τὰ οἰκήια . ʹ ταῦτα ἐς τοὺς πάντας Ἕλληνας ἀπέρριψε Κῦρος τὰ ἔπεα , ὅτι ἀγορὰς στησάμενοι ὠνῇ τε καὶ πρήσι χρέωνται · αὐτοὶ γὰρ οἱ Πέρσαι ἀγορῇσι οὐδὲν ἐώθασι χρᾶσθαι , οὐδέ σφι ἐστὶ τὸ παράπαν ἀγορή .